Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 56: To Leo, Patrician and Sacellarius
ΝϚ΄. — Λέοντι Πατρικίῳ καὶ Σακελλαρίῳ.
Εἰ αὐτὸς φιλεῖς μανθάνειν τὰ τῆς ταπεινῆς ζωῆς ἡμῶν, ὡς τῇ ἀγαθῇ καὶ φιλαλλήλῳ διαθέσει χρώμενος εἴρηκας· πόσον ἐγὼ ὁ ταπεινὸς προθυμηθείην ἐπιστέλλειν τῇ ἀνυπερβλήτῳ σου ὑπεροχῇ· αὐτὸ τοῦτο μανθάνων τὰς εὐκταίας, ὑγείας σου· καὶ δοκῶν ὁρᾷν σου τὸ φιλούμενον πρόσωπον· καὶ ἀκούειν σου τῆς ἡδυτάτης φωνῆς· τῇ πρὸς τὸν γραμματηφόρον συγκαταβατικῇ ὁμιλίᾳ καὶ θεωρίᾳ σου! Δέχῃ γὰρ διὰ Θεὸν εὐμενέστατα, καὶ ὁμιλεῖς εὐπρόσιτα καὶ τῷ τυχόντι. Ὃς καὶ ἀπήγγειλέ μοι ὅπως ἐπιστυγνάζεις τοῖς ἤδη κατὰ τὰς ἁμαρτίας ἡμῶν τετολμημένοις· στένων, καὶ ἀλγῶν τὴν καρδίαν ἐφ᾽ ἑκάστῳ τῶν γιγνομένων. Καὶ εἰκότως. Ἀνθρωπος γὰρ εἶ Θεοῦ, νοῦν ἔχων ἱερὸν, ψυχὴν Χριστοφιλῆ, γνῶσιν θεοτελῆ, διάνοιαν ἐμμελῆ, δόξαν εἰλικρινῆ· ἐν οἷς σφαδάζεις, μὴ δυνάμενος βοηθῆσαι τοῖς πράγμασι, κατὰ τὸ εἰωθός· ἀλλ᾽ ὁρῶν οὕτω κινδυνεύουσαν τὴν Ἐκκλησίαν, ἣν περιεποιήσατο Κύριος διὰ τοῦ οἰκείου αἵματος. Ὦ δέσποτα, εἰς οἷα δεινὰ ἐφθάσαμεν· καὶ ἡλίκα κακὰ τεθεάμεθα! Ἀμοιβαὶ ταῦτα προλαβόντων ἁμαρτημάτων. Ἐπειδὴ γὰρ οὐκ ἐδοκιμάσαμεν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, διὰ φυλακῆς τῶν ἐντολῶν αὐτοῦ· ἀλλ᾽ ἐλύσαμεν οὐ μίαν, ἀλλὰ καὶ πολλὰς, καὶ ἰδίᾳ καὶ δημοσίᾳ σχίσαντες τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· οἶσθα, ὁ σοφὸς, ἃ λέγω· παρέδωκεν ἡμᾶς ὁ Θεὸς ἐν οἷς πάσχομεν· ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν· καίγε οἱ δοκοῦντες εἶναί τι. Ὥστε μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς οἱ ἀσεβοῦντες, ὡς ἄρα εὐσεβοῦντες, ἀλλὰ καὶ λίαν γινωσκέτωσαν Χριστὸν ἀρνεῖσθαι τῇ ἀθετήσει τῆς σεπτῆς αὐτοῦ εἰκόνος, ὃς ἔτι ἀναβάλλεται ἐπαφεῖναι τὴν ἐκδίκησιν, φειδοῖ καὶ ἐλέῳ φιλανθρωπίας καὶ μετανοίας· οἶδε δὲ ἐν τέλει ἀμύνασθαι τοὺς ἀνεπιστρόφους. Αὐτὸς οὖν προσεύχου, ὡς θεοφιλὴς, τὴν τῶν δυσχερῶν λύσιν. Ἀλλὰ μὴ ἡμῖν ἐπίτρεπε· οἳ οὐκ ἀρκοῦμεν κἂν περὶ τῶν οἰκείων ἁμαρτιῶν ἐξιλεοῦσθαι τὸν ἀγαθὸν Θεόν. Ὅμως ὅτι καὶ ἡμεῖς αἰτούμεθα.