Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 57: To Anastasius the Protospatharius
ΝΖ΄. — Ἀναστασίῳ πρωτοσπαθαρίῳ.
Ὡς καλὴ ἡ φιλία, τά τε ἄλλα, καὶ ὅτι ἀποῦσα ὡς παροῦσα τοὺς φιλουμένους εὐεργετεῖν εἴωθε. Τοιαύτη δὴ ἡ περιφανής σου καὶ ἀγάπη καὶ εὐσέβεια πρός με τὸν δύστηνον ἕκπαλαι καὶ μέχρι τοῦ δεῦρο· καὶ παροῦσα κατ᾽ ὀφθαλμοὺς, καὶ ἐν τοσούτῳ ἀπειροπληθεῖ μήκει διεστῶσα· ἀπὸ Σικελίας με εὐεργετοῦσα ἐν τῷ Βυζαντίῳ ὄντα, καὶ ἀπὸ τοῦ Βυζαντίου ὧδε κἀκεῖσε περιωρισμένον, ὥσπερ καὶ τανῦν. Καὶ τί τοῦτο, ὅτι εἰς ἄνθρωπον ἁμαρτωλὸν καὶ ἀνάξιον τῆς εὐγενείας σου οὕτω πράττεις· πλὴν ὅτι ἀγαπῶντά σε λίαν διὰ τὴν ἐν ἅπασιν ἀρετὴν καὶ φιλοθεῖαν σου· ἣν ᾄδει οὐ μόνον Σικελία, καὶ ἡ τίσδε χώρα καὶ τίς· ἀλλὰ καὶ αὐτὴ ἡ βασιλεύουσα πόλις. Διὰ τοῦτο καὶ βασιλεῦσι σὺ φιλητὸς, καὶ τοῖς ἐν τέλει· καὶ αἱ ἀξίαι σοι ἀπ᾽ ἀρετῆς. Οὕτω φιλῶν τὸν Θεὸν, πεφίλησαι καὶ ὑπ᾽ αὐτοῦ καὶ παρὰ τῶν αὐτοῦ. Ἐγὼ δὲ ὁμοῦ μὲν ἀπόθητος, ὁμοῦ δὲ καὶ ὀρφανός. Ὁ πατήρ μου ἐγκατέλιπέ με, χωρήσας πρὸς Κύριον, καθὰ πάντως διέγνως καὶ αὐτός. Ὡσαύτως καὶ ὁ Καλόγηρως. Ὁ ἀδελφὸς καὶ ἀρχιεπίσκοπος μόνος μοι ἐγκαταλέλειπται. Ἀλλὰ καὶ οὗτος, διὰ τὰ νῦν κατειληφότα ἡμᾶς δεινὰ, διεσπασμένος λίαν πόῤῥω. Στενά μοι ἑκατέρωθεν· ὅμως ὅτι διὰ Χριστὸν καὶ λίαν γλυκέα καὶ εὐρύτατα. Ἀλλὰ τί πρὸς τὸν κλύδωνα τῆς ἀπιστίας· ἐφ᾽ ῷ τὸ παγκόσμιον ὅσον τὸ κατὰ τὴν καθ᾽ ἡμᾶς ἐξουσίαν ναυάγιον; Ἴδε, δέσποτα, εἰς οἷα πονηρὰ ἐταμιεύθημεν, οὐδὲν ἢ μικρόν τι ἀποδέοντα Ἰουδαϊσμοῦ· ἡνίκα ἡ εἰκὼν Χριστοῦ, τῆς τε ἁγίας Θεοτόκου, καὶ παντὸς ἁγίου, ἠθέτηται, ἐξουδένωται, ἐνυβρίζεται. Αὐτὸς γὰρ Χριστὸς σὺν μητρὶ καὶ θεράπουσίν ἐστιν ὁ ταῦτα ὑφιστάμενος· κἂν οὐ δοκῇ τοῖς ἀρνουμένοις. Ἀλλά σε Κύριος φυλάξειεν ἐν τῷ ὀρθῷ φρονήματι ἀκαταβάπτιστον· εἰ καὶ τοῖς αἱρετικοῖς κύμασι καταῤῥαντιζόμενον ἔξωθεν· ἐπεὶ οὐχ οἷόν τε διαφυγεῖν σε παντάπασιν ἐν μέσῳ στρεφόμενον. Καὶ τὸν ὑπὲρ τῆς ἐμῆς ταπεινώσεως μισθόν σοι παράσχοι πολυπλασίονα, ὧδε τε καὶ ἐν τῷ μέλλοντι αἰῶνι.