Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 58: To the Brethren at the Studium

ΝΗ΄. — Τοῖς εἰς τὰ Στουδίου ἀδελφοῖς.

Χαίρετε ἐν Κυρίῳ, ἀδελφοὶ καὶ Πατέρες· χαίρετε, στρατιῶται τοῦ Χριστοῦ· χαίρετε, τριὰς ἀδελφικὴ, τῆς ἁγίας Τριάδος τὴν χάριν καταπλουτήσαντες· ὄντως ἄξιοι τοιούτων χαιρετισμῶν· ὅτι διὰ Χριστὸν φέρετε γενναίως τὴν δεινοτάτην φυλακὴν, ὑπὸ Λεοντίου τοῦ ἀλάστορος κολαζόμενοι. Ὢ τῆς ἀποστασίας τοῦ Ἰουδαιόφρονος! Εἰ θὴρ ἦν ἄγριος, τοσούτοις χρόνοις ἐκκενῶν τῇ κακώσει καὶ πίνων τὸ αἷμα ὑμῶν, ἐκορέσθη ἄν. Ὁ δὲ μένει ἀκόρεστος αἱματοπότης ἀγριούμενος ὁ δαιμονῶν, οὐ λαμβάνων αἴσθησιν ἐλέους, οὐκ οἰκτιρμὸν φιλανθρωπίας εἰς ὑμᾶς τὰ ἀρνία τοῦ Χριστοῦ, ἀλλ᾽ ἐκθλίβων καὶ παντὶ τρόπῳ μηχανουργῶν σὺν τῷ Σατᾶν καταπιεῖν ὑμᾶς· ἵνα ἐγκαυχήσηται ὁ δράκων· ἵνα πτοήσῃ δι᾽ ὑμῶν καὶ ἡμᾶς πάντας· ἀλλ᾽ οὐδαμῶς. Πιστὸς γὰρ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ δ δύνασθε· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν Ἀναμνήσθητε τῶν ἀπ᾽ αἰῶνος ἁγίων, ὅτι οὐδεὶς ἄνευ πειρατηρίων καὶ πολλῶν θλίψεων εὐηρέστησε τῷ Θεῷ. Ὁ μὲν ἐπρίσθη· ὁ δὲ ἐλιθάσθη· ἄλλος πυρίκαυστος γέγονεν· ἕτερος ἀπετυμπανίσθη. Καὶ ποῦ καιρὸς ἐξαριθμεῖν τὸ περικείμενον ἡμῖν νέφος τῶν μαρτύρων; ὧν ὄντες καὶ ὑμεῖς κοινωνοὶ καὶ σύναθλοι, χαίρετε, ἀδελφοί μου, χαρᾷ ἀνεκλαλήτῳ· βασιλεύοντες κατὰ τῆς αἱρέσεως, κατὰ τῶν παθῶν. Σὺ ὁ φερωνύμως καρτερόψυχός μου Καρτέριος· σὺ ὁ ἐν ὑπομονῇ δεδαψιλευμένος, ἀφθονώτατος Ἀφθόνιος· σὺ ὁ εὐσθενημένος τῇ θείᾳ ἀγάπῃ, ἀληθέστατα Ἀγάπιος. Τὸ ζοφῶδες τῆς φρουρᾶς πρόξενον ὑμῖν τοῦ αἰωνίου καὶ ἀπροσίτου φωτός· ἡ λιμοκτόνησις, τῆς τρυφῆς τοῦ παραδείσου· ἡ γυμνήτευσις, τοῦ τῆς ἀθανασίας περιβολαίου· ἡ μόνωσις, τῆς μετὰ Θεοῦ διαγωγῆς· ἡ τῆς κόμης ἄκαρσις, τῆς εὐπρεποῦς θεομορφίας· εἰς τὸ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζεσθαι. Οὐκ ἔνι χαρὰ ταῦτα; οὐκ ἔνι ἀγαλλίασις πάσης ἀγαλλιάσεως ὑπεραίρουσα; Τάχα ὀφείλομεν καὶ ἀνιᾶσθαι, ὅτι μὴ καὶ εἰς ξύλον ὁ ποῦς, καὶ ἄλυσις περικειμένη. Ὅσον γὰρ πλεονάζει τὰ παθήματα, τοσοῦτον καὶ ἡ παράκλησις τῆς δόξης τοῦ Θεοῦ. Ταῦτα ἐν ὀλίγοις· εἰδὼς ὅτι οἴκοθεν ἔχετε τὴν ὑπομονὴν, παρεκάλεσα ὑμᾶς, φίλτατοι. Ὑμεῖς δὲ ἀντιδοίητέ μοι, σὺν τῷ συνόντι Νικολάῳ τῷ ἀδελφῷ ἡμῶν, ὃς ὑμᾶς καὶ προσαγορεύει, τὰς ἱερὰς προσευχὰς εἰς τὸ σώζεσθαι ἡμᾶς.

· Contents ·