Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 59: To Nuns

ΝΘ΄. — Μοναζούσαις.

Χρέος εἴπερ ἄλλο τι ἐμοὶ τῷ ταπεινῷ, ὑμᾶς τὰς τοῦ Κυρίου ἀδελφὰς καὶ μητέρας κατὰ τὸ ἀληθὲς, ὡς αὐτὸς ἔφησεν ἡ ἀλήθεια, λόγῳ παρακαλεῖν, καὶ παραινέσει ἀλείφειν· ὑπομενούσας διὰ Χριστὸν καὶ στέρησιν μητρὸς πνευματικῆς, καὶ διάζευξιν ἀλλήλων, καὶ μονῆς εὐαγοῦς ἀφαίρεσιν, καί γε φυλακῆς τήρησιν, ἤδη προμαστιχθείσας ὁμολογίᾳ ἀληθείας. Ἀλλὰ τί τοσοῦτον εἴπω ἐπαίρων ὑμῶν τὸ ἀξιόχρεων ἐγκώμιον; Μιᾶς μονῆς ὅλη ἀδελφότης τριακοντάριθμος ἐν τῷ παρόντι χρόνῳ, ὅτε ἐξετράπησαν ὁμοῦ μὲν ἄρχοντες καὶ ἀρχόμενοι, δέει θανάτου παρακρουσάμενοι τὸν τοῦ Κυρίου λόγον· ὁμοῦ δὲ μονάζοντες καὶ μονάζουσαι, εἰ καί τινες ὀλιγοστοὶ ὑπελείφθησαν· ὁμοψυχῆσαι οὕτως, καὶ τὸν ὑπὲρ Χριστοῦ ἄεθλον ἀναδήσασθαι, τοῦτο τοῖς πάλαι χρόνοις παραβλητέον. Τῶν ἁγίων τεσσαράκοντα ἡ ὁμοίωσις, ἤ τισιν ἄλλοις τῶν μακαρίων ἀθλοφόρων ἐξεικονιζόμενον. Ὡς μακάριαι ὑμεῖς, μία τῆς μιᾶς τῷ διαπύρῳ ζήλῳ ὑπερβάλλουσαι, καὶ πᾶσαι ὁμοῦ ἀλλήλας παραθήξασαι εἰς τὸ τῆς ὁμολογίας στάδιον. Ἄξιον θέαμα ἀγγελικῆς χορείας· μαρτυρικῆς ὁμηγύρεως ἐπέραστον Θεῷ, ὑπὲρ οὗ καὶ τὰ παθήματα. Δεῦρο δὴ οὖν, θυγατέρες τῆς ἄνω Ἱερουσαλὴμ, κλήματα τῆς ἀληθινῆς ἀμπέλου, μαθήτριαι ἀψευδῶς τοῦ Λόγου· ἀγαλλιασώμεθα θεοπρεπῶς· ἀνθομολογησώμεθα τῷ δυναμώσαντι ὑμᾶς Χριστῷ ὑποῖσαι τὰ φθάσαντα· εἶτα καὶ πρὸς τὰ μέλλοντα παρασκευασώμεθα. Τί τοῦτο; Κᾶν αὖθις μάστιγες, κἂν δεσμὰ, κἂν πῦρ, κἂν ξίφος· μηδαμῶς ἀναδυῆναι, ἀλλὰ πάντα προθυμηθῆναι ἐνεγκεῖν σὺν Χριστῷ. Ἰσχύσομεν γάρ· ἐπείπερ, εἴρηκε· Τῷ πιστεύοντι πάντα δυνατά. Ὁρᾶτε οἷα τὰ ἐγκώμια; Τί λοιπὸν, τὰ μέλλοντα ἀνταποδόματα, βασιλεία οὐρανῶν, χαρὰ ἀνεκλάλητος; Μή τις οὖν ὑποπίπτουσα τῷ Σατανᾷ· μή τις φιλόζωος, ὡς εἶς τῶν τεσσαράκοντα, ἐκ τῶν τριάκοντα. Ἐκεῖνοι τῆς ἐγκρατείας τὸ ἀπεικόνισμα· ὑμεῖς τῆς ἁγίας Τριάδος τὸ ὑποτύπωμα, τριαδικῶς δεκατούμενον. Τοιαύτη ἡ οὐδαμινὴ ἡμῶν παράκλησις. Ὑμεῖς δὲ ἀντιδοίητέ μοι τὰς προσευχὰς, ὦ μητέρες τρισόλβιοι, εἰς σωτηρίας ἐφόδιον.

· Contents ·