Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 60: To Canonesses
Ξ΄. — Κανονικαῖς.
Καὶ ἀπὸ τῶν προλαβόντων ἱκανὴν ἀπόδειξιν τῆς εὐσεβοῦς ὑμῶν πρὸς τὴν ταπείνωσιν ἡμῶν διαθέσεως εἰλήφαμεν, νῦν δὲ καὶ μάλα· ὡς ἐκστῆναι ἡμᾶς τῷ ὄντι, διαβλέποντας τὰς δωρεᾶς ὑμῶν, ὁπόσαι καὶ ἡλίκαι· ἔπειτα καὶ ἐκδιδαχθέντες παρὰ τοῦ γραμματηφόρου αὐτοψεὶ ὑπειληφότος, ὅση ἡ φειδὼ καὶ ἡ φροντὶς περίεστιν ὑμῖν· ἐλεεῖν, οἰκτείρειν, τρέφειν, ποτίζειν, ἐνδιδύσκειν· εἴ τι ἄλλο ἐπιτήδειον ζωῆς εἰς τὴν εὐτέλειαν ἡμῶν ἐπειγομέναις ποιεῖν· καὶ ἐκζητούσαις μαθεῖν εἰς τὸ τελεῖν. Ἆρα οὖν οὐκ εἰκότως εὐχαριστεῖν με ἔστιν ἐν τούτοις τῷ Θεῷ, μητέρας εὑρηκότα καὶ ἀδελφὰς πνευματικάς; ἄρα οὐκ ὀφειλομένως πρέπον μοι ὕμνους ὑμῖν ἀναθεῖναι, ἐκζητούσαις Θεὸν ὁλοκαρδίως; Χαίρετε, μητέρες καὶ θυγατέρες ἐν Κυρίῳ· χαίρετε, φιλεργάτιδες τῶν εὐαγγελικῶν προσταγμάτων. Χαίρετε, κρίνα τοῦ ἀγροῦ τοῦ νοητοῦ, ἐν μέσῳ ἀκανθῶν ἐνειμέναι κατὰ τόπον· κατὰ δὲ τρόπον, τῆς αἱρετικῆς ἀκανθώσεως ποῤῥωτέρω θέουσαι. Χαίρετε, ἡ καλὴ ξυνωρὶς ἐν ἀλλήλαις ἐχόμεναι, καὶ δι᾽ ἀλλήλων πρὸς Θεὸν συνδεσμούμεναι. Ἡλίκη ὑμῶν ἡ κατὰ Θεὸν ὁμόνοια· ἡ ἀγαπητικὴ σύνδεσις· ἡ μοναδικὴ βίωσις!
Χαῖρε, ἡ κυρία τῆς κυρίας· ἡ μήτηρ τῆς μητρός· ἡ καθηγουμένη τῆς καθηγουμένης· ὁμοῦ μὲν ἄρχουσα, ὁμοῦ δὲ καὶ ἀρχομένη. Ὡς καλή σου ἡ ἐργασία καὶ τὸ ἐπιτήδευμα· ἵνα καὶ τὸν ἐξ ὑποταγῆς μισθὸν ἐρανίζῃ, καὶ τῇ προεστώσῃ ἀσφαλείᾳ ὑπ᾽ ἀρχῆς. Χαῖρε, ἡ καθηγουμένη καὶ ὑποτασσομένη· τὸ μὲν, τῶν πολλῶν· τὸ δὲ, τῇ μιᾷ. Μακαρία σου ἡ σύνεσις· κυβερνῶσα καὶ κυβερνωμένη, καὶ εἰς λιμένα σωτηρίας ἀπευθυνομένη. Βραχέα τὰ ἐγκώμια· ἀλλ᾽ ἐξ ὀλίγων τὰ πολλὰ συνεξακούεται. Ἀνταποδώη ὑμῖν Κύριος τὸν ὑπὲρ ἡμῶν μισθόν· τὸν ὑπὲρ τοῦ οἰκονόμου, τὸν ὑπὲρ οὐτινοσοῦν ἄλλου εὖ πανθάνοντος. Φυλάξατε ἔτι ἑαυτὰς, παρακαλῶ, τῆς ψυχοφθόρου αἱρέσεως· ἧς ἡ κοινωνία ἀλλοτρίωσις Χριστοῦ. Τὴν πολιτείαν ὁμοῦ φαιδροτέραν ἀπεργάζοισθε, τὴν χρυσῆν σειρὰν καὶ τοῖς πολλοῖς ἄπλοκον· ἵνα ἐξ ἀμφοτέρων κοσμούμεναι, λαμπραῖς ταῖς λαμπάσιν εἰς τὸν νυμφῶνα Κυρίου καταντήσοιτε, τῶν αἰωνίων ἀγαθῶν ἀπολαύουσαι.