Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 7: To John, His Son

Ζ΄. — Ἰωάννῃ τέκνῳ.

Ἡδομαι, τέκνον καὶ ἀδελφὲ, ἐν ταῖς ἐπιστολαῖς σου· ὅτι καθ᾽ εἰρμὸν ἔρχονται, καὶ τὸν τῆς πολυλογίας ναυτιασμὸν ἀπαναίνονται. Καὶ γὰρ ἐπιστολῆς ἀρετὴ, εὐθὺς τῆς προκειμένης ὑποθέσεως ἅπτεσθαι, καὶ τοσαῦτα λέγειν ἅττα ἐπάναγκες· ἀλλὰ μὴ ἐπικυκλεῖν τὰ οὐχ οὕτως. Εἶεν. Περὶ ὧν ἠρώτησας, οὐ τοῦ παρόντος καιροῦ τὰ τοιάδε φιλοπευστεῖν· οὔτε πρὸς ἡμῶν μυεῖσθαί σε, ὦ καλὲ παῖ· ἐπειδὴ μετὰ τῶν ἄλλων καὶ ἀμύητος ἐγὼ τῶν δυσεφίκτων. Ὡς δ᾽ ἂν μὴ παραλυπῆσαι τῇ ἀφασίᾳ· ἐκεῖνο λέγω περὶ τοῦ πρώτου· ὅτι οὐδείς πω τῶν ἄλλων θεοφόρων Πατέρων ἐλεύκανε τὸ πρόβλημα οὕτως ὡς ὁ Νυσσεὺς Γρηγόριος. Ἀρκεσθῶμεν οὖν τῇ τοῦ πνεύματος θεωρίᾳ ἐν ἀνηγμένῃ θεωρίᾳ ἄγαν. Τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν· ὡς ὁ λόγος. Περὶ δὲ τοῦ δευτέρου· Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται· ὅτι καιρὸς πονηρός ἐστιν· οὐ δοκεῖ μοι καμπύλον καὶ σκολιὸν εἶναι. Καιρὸς γὰρ τοῦ λαλεῖν ἡμᾶς διώρισται ὑπὸ τῆς θεοπνεύστου Γραφῆς, καὶ καιρὸς σιωπῆς, κατὰ τὴν ἐπιβάλλουσαν χρείαν, σκοπούντων ἡμῶν καὶ οἰκονομούντων τὸν λόγον τῆς ἀληθείας. Ἢ γὰρ οὐχὶ μὴ βάλλειν τοῖς κυσὶ τὰ ἅγια, μήτε ῥίπτειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων προστετάγμεθα; Ἄθρει τοὺς θεοφόρους· καὶ τοὺς δὲ εὑρήσεις, πῇ μὲν ὑπὸ τὸν μόδιον τῆς σιωπῆς τὸν λόγον τιθέντας, ὁπόταν ἀλυσιτελὲς τὸ λέγειν, μᾶλλον δὲ καὶ ζημιῶδες. Πῇ δὲ, ἐπὶ τῆς λυχνίας αὐτὸν ἀνιέντας, εὔκαρπος ἡ σπορὰ καὶ οὐ πετρώδης. Τοσαῦτά μοι συνεώραται ἐν τῇ προτάσει. Ἐξευρίσκων δὲ παρὰ σεαυτοῦ ἢ καὶ ὑφ᾽ ἑτέρων τὰ δοκιμώτερα· μὴ φθονήσειας μεταδοῦναι ἐμοὶ τῷ σῷ πατρὶ καὶ ἀδελφῷ, ἐνδεεῖ τῶν νοημάτων ὑπάρχοντι. Ἔῤῥωσο, πλεῖστά μοι προσευχόμενος.

· Contents ·