Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 61: To Naucratius, His Son
ΞΑ΄. — Ναυκρατίῳ τέκνῳ.
Τοιούτου πιστοῦ γραμματηφόρου ἐπιτετύχηκας, δι᾽ οὖ οἰκονομίαν ἠγησάμην εἶναι τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν κἀγὼ ὁ ταπεινὸς ἐπιστεῖλαί σοι, ἱερὸν τέκνον. Αὐτὸ μὲν οὖν τὸ μαθεῖν ἡμᾶς, ὅτι ὑγιαίνεις σὺν πᾶσι τοῖς ὁμολογηταῖς καὶ ἀδελφοῖς σου· πῶς οὐκ ἂν εἶεν ἡμῖν τοῖς ἁμαρτωλοῖς χαρά· σοῦ μάλιστα τοῦ κορυφαιοτάτου εὐσταθοῦντος, καὶ συμπεριφερομένου τῷ λόγῳ ἀγάπης καὶ φροντίδος πρὸς ἅπαντας θεοπρεπῶς; Ἔπειτα ὅτι καὶ ὁ ἀδελφὸς Ἀδριανὸς ἀποσέσωσται μέχρι τῶν αὐτόθι, ἀνείθημεν τῆς μερίμνης, εὐχαριστήσαντες τῷ Κυρίῳ· εἰ καὶ ὅτι εἰσαεὶ διὰ τὸν ἀδελφὸν Ἐπιφάνιον, καθὰ προεδήλωσας ἐμμέριμνοί ἐσμεν, καὶ ἐμπαράσκευοι πρὸς πειρασμὸν, ὑπονοούμενοι τὰ ὑφορμῶντα, κατὰ τὸ εἰκός. Ὅπη δὲ τῷ Θεῷ φίλον, ἐχέτω ταῦτα καὶ ἀγέσθω· Τοῖς ἀγαπῶσι Θεόν· πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν· ὥς φησιν ὁ ἱερὸς λόγος. Τοιούτους ἡμᾶς, ἀδελφὲ, προσεύχου γενέσθαι· κἂν μακράν ἐσμεν ἀπὸ Θεοῦ ταῖς ἁμαρτίαις· καὶ οὐ φοβηθησόμεθα τί ποιήσειεν ἡμῖν ἄνθρωπος. Οὐδὲν οὖν τοιοῦτον, οἷον ἤσας ἡμῖν καταστέφων τοῖς ἐπαίνοις, ὑπέστημεν. Εἰ δὲ καί τι δεξιὸν, ἀλλὰ καὶ τοῦτο δι᾽ ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν· ταῖς εὐχαῖς δυναμωθέντες καὶ ἀξιωθέντες. Εἴη καὶ πρὸς τὸ ἑξῆς τὸ ἔλεος τοῦ Κυρίου ἐφ᾽ ἡμᾶς τοὺς ἀναξίους. Ἤσθην ὅτι συμπεριηνέχθης τῇ πατρικίᾳ ἐν Κυρίῳ, καὶ τοῦτο δι᾽ ἡμᾶς. Καὶ γὰρ κἀκείνη αὐτὸ τοῦτό μοι δεδήλωκε· καὶ προσετέθη μᾶλλον ἀγαθοποιεῖν. Δι᾽ ἡμᾶς ζῇς, ἀδελφέ· ἀλλὰ καὶ ἡμεῖς δι᾽ ὑμᾶς. Μὴ θαύμαζε ὅτι κορυβαντιῶσιν οἱ Χριστοδιῶκται, μηδ᾽ ὅτι ἀνέχεται Χριστός. Δεῖ πάντα τελεσθῆναι· ἵνα καὶ οἱ δόκιμοι φανερώτεροι ἐκλάμψωσι· καὶ οἱ ἀνομοῦντες τέλεον ἀποτίσωσιν ὧν εἰργάσαντο τὴν ἀντιμισθίαν. Ἀπέσταλκά σοι βιβλιδάκιον, καὶ τετράδας δεκατέσσαρας· ἐφ᾽ οἷς εἰσι λόγοι καὶ βίοι τῶν ἀδελφῶν ἐμμέτροις στίχοις· ἅπερ ἀναγνοὺς αὐτός τε καί τινες τῶν πιστῶν ἀδελφῶν, ἀσφαλῶς κατάκρυψον. Οὐδὲν οὖν ποιῶ, ἀδελφὲ, ἄξιον λόγου· ἀλλ᾽ ἐπειδὴ εὐκαιρῶ, καὶ ἐπειδὴ νύσσομαι ὡς ὑπὸ τοῦ ἁγίου μου Πατρός· ἀκούων τε πάλιν τοῦ θείου Παύλου λέγοντος τῷ ἁγίῳ Τιμοθέῳ· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος· ὡς ἀνάξιος μετὰ φόβου καὶ τρόμου ποιῶ ἃ ποιῶ. Τὸν ἀδελφὸν Ἀθανάσιον σὺν τῷ παροικονόμῳ ἄσπασαι. Εἰ καὶ ἔγραψα, ὡς ὅτι εἰσῆλθεν ὁ ἀδελφὸς Ἀδριανὸς, ἀγνοῶν εἶπον· ὕστερον μαθὼν ὅτι οὔπω ἔφθασεν ἡνίκα ἐπέστειλας. Ὁ ἀδελφὸς Νικόλαος πλεῖστά σε προσαγορεύει, αἰδούμενος τοὺς λόγους σου. Ὁ Κύριος μετὰ τοῦ πνεύματός σου, ἀδελφόπατερ.