Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 62: Catechesis
ΞΒ΄. — Κατήχησις.
Πρώην ὑμῖν ἐξ Ἀνατολικῶν ἀναγινωσκόμενος, νῦν ἀπὸ θρᾳκησίων ἐπιφαίνομαι. Ἐν γὰρ τῇ Σμύρνῃ μεθωρίσαντο ἡμᾶς οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου· καὶ μᾶλλον τῆς προτέρας φυλακῆς ἀσφαλέστερόν τε καὶ πειραστικώτερον. Ἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται· οὐδ᾽ ὁ πόθος ἠρεμεῖ, οὐδὲ ἡ ἐντολὴ παρασιωπᾷ. Διὰ τοῦτο ὁ ταπεινὸς πάλιν φθέγγομαι· Χαίρετε ἐν Κυρίῳ, Πατέρες καὶ ἀδελφοὶ, χαίρετε, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· χαίρετε, οἱ ἐν ὅρεσι καὶ σπηλαίοις ἐνδιαιτώμενοι· ἀλλὰ μὴν καὶ οἱ ἐν πόλεσι, καὶ ἐρημικωτέροις τόποις κρυπταζόμενοι. Εἰ γὰρ πάντοτε δεῖν ἡμᾶς, χαίρειν ἐπιτέτραπται παρὰ τῷ Ἀποστόλῳ· πόσῳ γε μᾶλλον ἄρτι, ὁπότε ὑπὲρ Χριστοῦ τὰ παθήματα τοῦ ἐγγραφομένου τῷ πίνακι· τοῦ ἐμφαινομένου ἐν τῇ οἰκείᾳ εἰκόνι· τοῦ τιμωμένου δι᾽ αὐτῆς; Μὴ γὰρ ἐμὰ τὰ ῥήματα τοῦ οἰκτροῦ· Διονυσίου τοῦ πανσόφου, καὶ Βασιλείου τοῦ μεγάλου. Καὶ οὕπω καιρὸς τῶν ἄλλων θεοφόρων τὰς χρήσεις εἰσάγειν ἐν τῷδε τῷ γράμματι. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Μωὰβ ἠθέτησεν, ἡ Βυζαντὶς δηλονότι· τὸν εὐαγγελικὸν ζυγὸν ἀπεσείσατο· ὡς δάμαλις παροιστρῶσα ἠφηνίασεν. Ὁδούς σου εἰδέναι οὐ βούλομαι, πραγματικῶς τε καὶ λογικῶς ἀπεφθέγξατο. Κορυβαντιᾷ, μαίνεται, αἱμοποτεῖ ὡς λέαινα· ὡς ἀσπὶς μύει τὰς ἀκοὰς, ἐλεγχομένη ἀποτινάσσεται.
Ἧκεν αὐτῇ φωνὴ ὑπομνηστικὴ ὡς ἀπ᾽ οὐρανοῦ, ἐκ τοῦ κορυφαιοτάτου, ἐκ τοῦ Ῥωμαϊκοῦ θρόνου· Τί πέπραχας; βοῶσα. Χριστὸν ἤρνησαι, Χριστοῦ τὴν εἰκόνα ἀθετοῦσα, τῆς Θεοτόκου, τῶν πάντων ἁγίων. Ἄνοιξον εὐήκοον οὖς· ἐνώτισαι λόγους εὐαγγελικοὺς, ἀποστολικοὺς, προφητικοὺς, πατρικοὺς. Καὶ οὐ προσήκατο, οὐκ ἐδέξατο· ἀλλὰ διαῤῥήξασα ἑαυτὴν τοῦ πεντακορύφου σώματος τῆς Ἐκκλησίας· ἐπειδὴ ἔτι ζῇ καὶ Νικηφόρος ὁ ἱερός· τραχηλιᾷ κατὰ Θεοῦ παντοκράτορος· ἐνυβρίζουσα Χριστὸν, πατοῦσα τὰ ἅγια. Τοιαῦτα τὰ παρ᾽ αὐτῆς, ὦ τριπόθητοι. Καὶ μεθ᾽ ἡμῶν ὁ Θεὸς, Ἀνατολὴ, Δύσις, Βοῤῥὰ, θάλασσα. Ἐν τούτοις ἡ χαρά· εἰ δὲ καὶ θρῆνος, διὰ τοὺς ἀπολλυμένους. Δεῦρο δὴ στῆτέ μοι γενναῖοι, εὐχάριστοι, ἁρπάζοντες τὰ ὑπὲρ Χριστοῦ παθήματα, ὡς θησαυρίσματα. Οἷος ὁ καιρὸς ἀγαθὸς πρὸς τοὺς ἀγωνιζομένους, ἡδύπνους, μυρίζων τὰ ἀθλοφορήματα ὑπὲρ πάντα τὰ ἀρώματα! Αἷμα ῥεῖ μαρτυρικὸν ἐπὶ τὴν Ἐκκλησίαν, ἄρδον αὐτὴν ὑπὲρ Ἐδὲμ ἐκ τετραποτάμου κρήνης ποτιουμένην. Προστίθενται οἱ χοροὶ τῶν ἀπ᾽ αἰῶνος μαρτύρων· τῶν ὁμολογητῶν τὰ πάλαι μακαριζόμενα, ἐν ὀφθαλμοῖς νῦν ὁρᾶται. Ἄρ᾽ οὖν οὐκ ἐπείγῃ πρὸς τὴν ἄθλησιν ὁ ἀκούων, δυσχεραίνων τὴν ὀρεινὴν, ἢ τὴν ἐρημίαν, ἢ τὴν ὁπωσοῦν κρυπταδίαν; Ἀλλ᾽ ὅμως μένε ἐν οἷς εἶ· ἔχεις καὶ σὺ τὸν μακαρισμὸν ἡλίκον. Προσεύχου, καὶ ἐπαίνει τοὺς πλεομακαρίστους· βάλλε μοι τὸν ἀόρατον δράκοντα· τρέπε μοι τὸν ἐμφύλιον τῆς σαρκὸς πόλεμον· νικάτω τὸ πνεῦμα· δουλούτω τὸ σῶμα· ὡς ἂν ἡ ψυχὴ ἐλευθεριάζει, ἡ κυρία καὶ δέσποινα, εἰρήνην ἔχουσα πρὸς τὸν Θεόν. Ἐὰν οὕτω, μαρτύριον καθεκάστην· στέφανοι θεόπλοκοι.
Περὶ ἡμῶν τῶν ἁμαρτωλῶν μὴ ἀνιᾶσθε· κἂν ἀκηκόατε ὅτι καὶ αὖθις ἐμαστιγώθημεν. Ἡνέγκαμεν εὐχαῖς ὑμῶν εὐχαρίστως, περιχαρῶς· κἂν πρὸς ὀλίγον ἡ δρίμυξις. Μόνον μὴ ἀνῆτε τὰς ὁσίας ὑμῶν χεῖρας ἐκτείνοντες. Πιστεύομεν γὰρ, εἰ καὶ ἀσθενεῖς λίαν, ἐν τούτῳ τὸν Ἀμαλὴκ τροπώσασθαι. Ἀσπάζεται πολλὰ Νικόλαος ὁ ἀδελφὸς ὑμῶν. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· αἱ συνοδίαι τὰς συνοδίας· οἱ μικροὶ τοὺς μεγάλους· καὶ μέντοι τοὺς πλησιάζοντας Πατέρας. Καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολή· μὴ παραιτήσησθε καὶ παρ᾽ ἐκείνοις ἀναγνωσθῆναι· ἐὰν ᾖ ἄξια μόνον· ἐπειδὴ πάντες ὁμόψυχοι, καὶ ἓν σῶμα, κἂν διάφορα μέλη. Ὁ Κύριος Ἰησοῦς Χριστὸς μεθ᾽ ὑμῶν καὶ μεθ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν. Ἀμήν.