Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 63: To Naucratius, His Son
ΞΓ΄. — Ναυκρατίῳ τέκνῳ.
Οὐ πλησθήσεται τὸ οὖς μου ἀπὸ φωνῶν σου ἀκροάσεως. Φωνεῖς γὰρ ἀναγκαῖα καὶ κατεπείγοντα· ἃ καὶ νῦν ἐνωτισθεὶς, ὦ παῖ καλὲ, ᾖσα ὁ ταπεινὸς χαριστήρια· ὡς οὐ καταλέλοιπε τέλεον Κύριος τὴν Ἐκκλησίαν αὐτοῦ· ἀλλ᾽ ἔδειξεν ἔτι ἔχειν τὴν ἰσχὺν αὐτῆς· κινήσας τοὺς ἀπὸ Δύσεως ἀδελφοὺς ἡμῶν, ἔλεγχον τῆς παροινίας τῶν τῇδε, καὶ φωτισμὸν τῶν νυκτομαχούντων τῇ αἱρέσει. Κᾶν ἀπεσείσαντο οἱ ἀτεράμονες· κἂν ὀφθαλμοὺς καρδίας οὐκ ἤνοιξαν. Μαρτυρῶ ἄρτι κατενώπιον Θεοῦ καὶ ἀνθρώπων· ἑαυτοὺς ἀπέῤῥηξαν τοῦ σώματος τοῦ Χριστοῦ, τοῦ κορυφιακοῦ θρόνου, ἐν ῷ Χριστὸς ἔθετο τὰς κλεῖς τῆς πίστεως· ἧς οὐ κατίσχυσαν ἀπ᾽ αἰῶνος, οὐδ᾽ ἂν κατισχύσωσι μέχρι συντελείας πύλαι ἅδου, τὰ τῶν αἱρετικῶν δηλαδὴ στόματα· ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. Χαιρέτω οὖν ὁ μακαριώτατος καὶ ἀποστολικὸς καὶ φερώνυμος Πασχάλιος· ὅτι τὸ ἔργον Πέτρου ἐξεπλήρωσε. Σκιρτάτω πᾶς ὀρθοδόξων θίασος· ὅτι κατ᾽ ὀφθαλμοὺς εἶδε τὴν ἐπισκοπὴν Χριστοῦ, κατὰ τοὺς πάλαι ἁγίους Πατέρας ἡμῶν. Τὰ γὰρ ἄλλα ὅπη τῷ Θεῷ φίλα ἀγέσθω. Ἀρδευέτω τὸ μαρτυρικὸν αἷμα τὴν Ἐκκλησίαν· αὐξανέσθω ὁ χορὸς τῶν ὁμολογητῶν· τοῦτο εὐδοκία Θεοῦ· τοῦτο χαρὰ καὶ ἀγαλλίασις· κἂν διὰ τοὺς ἀπολλυμένους ἐλεεινότατον.
Τί φήσοιεν οἱ ἐναντίοι; Ἀνατολὴν οὐκ ἔχουσι· Δύσεως ἐστέρηνται· τοῦ πεντακορύφου ἐκκλησιαστικοῦ σώματος (ζῇ γὰρ ἔτι καὶ Νικηφόρος ὁ ἱερὸς) διεσπάσθησαν. Οὐκοῦν ἠλλοτρίωνται Χριστῷ· ἄρα ἐνεκρώθησαν· ἄρα ἐν σκότει διαπορεύονται. Εἰ δὲ ὅτι ἄρχουσιν ἐπ᾽ ἐρήμου αἱρέσεως, τοῦτο καὶ λῃσταί· ἐπεὶ καὶ κτείνουσιν, ὥσπερ καὶ οὗτοι· αἵματα κενοῦντες, ὡς ἔπος εἰπεῖν, καθεκάστην. Ἐχέτω ταῦτα ὧδε. Ἡλίκον δὲ ᾄσομαι ἐπὶ τῇ μεταβολῇ Λεοντίου; Ὢ τῶν μεγίστων τοῦ Θεοῦ τεραστίων! Σὺ μὲν, ὦ τᾶν, εἰς τοῦτο κἀκεῖνο μετεσχημάτισας τὸν δύσχριστον. Ἐγὼ δὲ Κυπριανίζειν αὐτὸν ἐν τῷ πράγματι ᾠήθην· ἀποκρουσθέντα παρὰ τοῦ βασιλέως προδραμεῖν τοῖς ἀθλοφοροῦσι καὶ ἐναγωνιζομένοις· κατ᾽ Ἰουστίναν τὴν ἀυίδιμον. Δῴη Κύριος τέλεον ἐπὶ ἀμφοῖν τὰ ἀμφότερα ἀποφανθῆναι. Ἡ φυλακή σου ὅτι ἐνδότερον ἐγένετο, λυπηρόν μοι διὰ τὸ ἀσθενές σου. Πλὴν ἴσχυε καὶ κραταιοῦ, ὁμολογητὰ Χριστοῦ, ὡς προεσημάναμεν. Ἵνα δὲ γνοίης ἔτι λευκότερον, προστίθημι καὶ ταῦτα· ὡς ἔτι ἀσφαλίζεται ἡμᾶς ὁ φρούραρχος. Διὰ τί, καὶ πῶς; Ἐπεὶ γὰρ δεῖ οἰκονομίᾳ κεχρῆσθαι ἐν τοῖς ἀναγκαίοις· ὁπηνίκα συνωψίσθημεν τῷ Χωνῶν αἱρεσιάρχῃ (ἐκεῖ γὰρ πρῶτον ἀπήχθημεν ὑπὸ τῶν ἀπὸ Ἀνατολικῶν ἀράντων ἡμᾶς), καὶ γόνυ ἐκλίναμεν, συγγονυκλιτήσαντος κἀκείνου· καὶ ἠσπασάμεθα αὐτόν. Καὶ ἐπειδὴ εἴασεν εἰς ταυτὸν ἐλθεῖν ἐμέ τε καὶ τὸν κύριον Ἀθανάσιον· καὶ συνεπίομεν αὐτῷ ἅπαξ καὶ δίς· οὐ μέντοι συνεφάγομεν· ἐκλιπαροῦντος τοῦ ὄφεως, καὶ ψιθυρίζοντος ἀπατηλά. Τούτῳ τῷ μέτρῳ ἐχρησάμεθα, ἀπαχθέντες ἔνθεν, καὶ πρὸς τὸν ἐν ᾧ ἐσμεν δράκοντα. Ὡς προμαθὼν τὸν εἱρμὸν, οὐδὲν πλέον ἠνάγκασεν, ὡς μὴ ἰσχύων πεῖσαι· συνεκίνησε δ᾽ οὖν ὅμως λόγους ἐν τῷ ἰδεῖν ἡμᾶς περὶ τῆς ὑποθέσεως· Ὡς οὐδέν ἐστι, φησὶ, καὶ σμικρὸν τὸ ἀμφισβητούμενον.
Πρὸς ἃ ἀπεκρινάμην, ὅτι Καὶ τῶν μεγίστων λίαν. Καὶ, εἰ κελεύεις, λέγε καὶ ἀντάκουε. Ἀλλ᾽ ἐάσωμεν τὸ νῦν, ὃ καὶ γέγονε. Τἄλλα μὲν πολλοῦ τὸ λέγειν ἐπὶ δὲ τὸ τελεώτερον ὁ λόγος, δι᾽ ὃ καὶ ἀπηρξάμην. Ὤετο ὁ δεινὸς κατὰ μικρὸν ἡμᾶς ἕλκειν· οὐκ ἐκ τοῦ συναίρειν λόγον περὶ εἰκόνων· ἀλλ᾽ ἐκ τοῦ ἀγαθοποιεῖν τυχόν· τοῦ τε φιλικὰ ὁμιλεῖν καὶ ἀνατίθεσθαι τοὺς τῆς ἐξαρχίας λόγους (ἐπὶ γὰρ τῶν πέντε Θεμάτων τέθειται), καὶ μὴν καὶ τὰ τοῦ κρατοῦντος ἐκθειάζειν. Ἧκεν, ἐκίνησε τὰς τοιαύτας ὁμιλίας· ἔτι ὃ οὐδ᾽ ἅπαξ ἐποίησεν ἐν τῇ φυλακῇ, ἐπέδωκε πιεῖν. Ἔλαβον δαχθείς· ἔπιον κατασφραγίσας τρίς· ἐφοβήθην τὸ δρᾶμα. Οὐά! Κατὰ βραχὺ, ἀνεπαισθήτως κατασπᾷ. Συνῆρα λόγον περὶ ἀληθείας. Ὠτρύνθη κἀκεῖνος. Ἀντετοξεύσαμεν χρήσεσιν ἀλλήλους· αὐτοῦ μὲν ἀποστοματίζοντος χλευαστικῶς, κἀμοῦ ὑφειμένως ἐρχομένου ἔν τισι· διὰ τὸ ἀποτείνασθαι τοὺς λόγους πρὸς τὸν βασιλέα· καὶ τὸ μὴ ταραχῇ καταδιαστῆναι ἀλλήλων. Ἐπειδὴ καὶ πρότασίν μου προτείναντος ἠπόρησε. Καὶ εἶπον· Βλασφημία τίς αὕτη; Ὁ Πατὴρ καὶ τὸ Πνεῦμα κεκοινώνηκεν ἐν οἷς ἔδρασεν ἀνθρωπίνως ὁ Χριστὸς, ναὶ ἢ οὔ; Ὁ δὲ κατένευσε, καὶ διισχυρίζετο οὕτως ἔχειν. Διά τοι ταῦτα ἡ ὕφεσις, καὶ ἡ ὡς ἐν μάχῃ διάστασις. Ὁ δὲ ἐξελθὼν, φησίν· Ἐδόκουν ὅτι ἤδει τι οὐδ᾽ ὅλως· ἀλλὰ καὶ ἀπεστομάτισα αὐτόν. Ἐγὼ δὲ ἔγνων μὲν αὐτὸν ἄλογον ὅτι μάλιστα σὺν ἀσεβείᾳ. Ἓν δὲ ἐζήτησα, τὴν ὑπόκρισιν ἀποθέσθαι με, καὶ ἄλλο πρόσωπον ἐπιδεῖξαι· ὡς δεῖ πρὸς ἀσεβάρχην· ἐπεὶ οὐ θεμιτὸν εἰς ὕας βάλλειν τοὺς μαργαρίτας. Ἐντεῦθεν ἡ πολλὴ ἀσφάλεια, καὶ παραγγελία τοῦ μὴ ἰδεῖν ἡμᾶς ἄνθρωπον, κἂν ἄλλως οἰκονομῇ Θεός. Ταῦτα εἰ καὶ παρεκβατικώτερον, ὅμως ἀναγκαίως εἴρηται· πρὸς τὸ θερμῶς αἰτεῖσθαί σε ῥυσθῆναι ἡμᾶς ἀπὸ τῆς ἐνέδρας τοῦ ἀσεβοῦς. Ὁ ἀδελφός σου προσαγορεύει σε.