Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 64: To His Spiritual Fathers and Brethren, Confessors in Prison
ΞΔ΄. — Θεόδωρος ὁ ἁμαρτωλὸς μοναχὸς, τοῖς πνευματικοῖς μου Πατράσι καὶ ἀδελφοῖς, ὁμολογήσασι, καὶ ἐναθλοῦσιν ἐν εἰρκταῖς· ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
Ἀκηκοώς, ὦ τριπόθητοι, τὸ μαρτύριον τῆς καλῆς ὑμῶν ὁμολογίας ὑπὲρ Χριστοῦ, ὕμνησα· ἐδόξασα τὸν Θεὸν τὸν καλέσαντα ὑμᾶς ἐκ τῆς ἀλλοδαπῆς ἐν τῇ βασιλίδι τῶν πόλεων, οἰονεὶ ἄρνας λογικοὺς, αἷμα κενῶσαι εἰς ὀσμὴν εὐωδίας αὐτῷ· φῶς τῶν ἐν σκότει τῆς αἰρετικῆς νυκτομαχίας. Εἶτα ἐπιθυμίᾳ ἐπεθύμησα ὁ ταπεινὸς ἰδεῖν ὑμᾶς τοὺς ἀθλητὰς, καὶ περιπτύξασθαι ἕνα καθ᾽ ἕνα, πόθῳ διαπύρῳ ἑλκόμενος.
Ἀλλ᾽ ἐπειδὴ τοῦτο σωματικῶς ἀδύνατον· διὰ τοῦ γράμματος ἀρπαγεὶς, καὶ μέσος ἑστὼς, καὶ ἀσπάζομαι τὰ ἅγια ὑμῶν ἴχνη, καὶ φιλῶ φιλήματι ἁγίῳ τὰ ἱερὰ ὑμῶν πρόσωπα. Ὦ καλοὶ στρατιῶται Χριστοῦ, ὡς ἀπ᾽ οὐρανίου στρατολογίας κεκλημένοι· ὦ ἀστέρες φαεινοὶ ἐν νυκτὶ ἀσεβείας διαυγάζοντες ὀρθοδοξίαν! ὑπὲρ χρυσίον τιμαλφέστεροι, ὑπὲρ σμάραγδον καὶ μάργαρον ἐκλαμπρότεροι! Πολλοῖς ὑμᾶς ὀνόμασι καταστέφειν ἀξιολόγως ἐφιέμενος, οὐ παραχωροῦμαι τῷ μέτρῳ τῆς ἐπιστολῆς στενοχωρούμενος. Ἑνὶ δὲ λόγῳ τὸ πᾶν περιλαβὼν λέγοιμι· ὅτι τὸ μαρτύριον ὑμῶν ἰσοστάσιον τοῖς ἄνω μαρτυρίοις· ἐπείπερ τηλαυγῶς Χριστὸν ὁμολογεῖ ὁ τὴν εἰκόνα Χριστοῦ ὁμολογῶν δέχεσθαι· ὡς καὶ τὸ τῆς ἀρνήσεως ἔχει. Ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὡς ὁ μέγας Βασίλειος ἔφη· καὶ τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι ἐκφαίνεται, ὡς αὖθις Διονύσιος ὁ πάνσοφος εἶπε. Καὶ ἐπεὶ Χριστὸς ἄνθρωπος τέλειος, μηδὲν ἐκλελοιπὼς τῶν ἐν ἀνθρώποις θεωρουμένων· ἔχει τὸ ἐξεικονίζεσθαι ὡς πᾶς ἄνθρωπος· ὥσπερ ἔχει τὸ μὴ περιγράφεσθαι, καθὸ καὶ Θεὸς ὁ αὐτὸς τέλειος. Εἰ δ᾽ οὐκ ἐγγράφοιτο σωματικῷ χαρακτῆρι, οὐτίπου ἄνθρωπος. Σημεῖον γὰρ πρῶτον καὶ ἀληθὲς ὅτι ἄνθρωπος, εἰ ἐξεικόνισται. Καὶ οὕπω περὶ τῆς δεσποίνης τοῦ παντὸς Θεοτόκου, καὶ ὅλων συλλήβδην τῶν ἁγίων· ὧν ἀθέτησις ἡ τῶν σεπτῶν αὐτῶν εἰκόνων ἀναίρεσις. Ἀλλ᾽ ὁ συνιὼν συνιεῖ· καὶ ὁ ἀθετῶν ἀθετεῖ ὀλεθρίως· τοῖς λογίοις ἀντιφθεγγόμενος. Καὶ ἡ ἐξουσία δρᾷ ἀεὶ ἐξουσιαστικῶς· καὶ οἱ τοῦ Θεοῦ ὀλίγοι, εἰ καὶ πάντες πλάσματα· καὶ τέλος τῇ θεοκλήτῳ πέτρᾳ ἄνωθεν καὶ ἐξ ἀρχῆς πύλαι ἄδου προσρήγνυνται· ἀλλ᾽ οὐδαμῶς κατίσχυσαν, οὐδ᾽ ἂν κατισχύσωσιν αὐτῆς· ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. Διὸ, Πατέρες μου καὶ ἀδελφοὶ, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε ἐν Κυρίῳ. Οἱ χοροὶ τῶν μαρτύρων πρὸς ἑαυτοὺς ὑμᾶς ἐγκαλοῦνται· τῶν ὁμολογητῶν ὡσαύτως. Ταῦτα ὡς ἐν ὀλίγοις. Συνάπτοντες ὑμῖν ἑαυτοὺς οἱ ἐλάχιστοι, καὶ ἀπόντες, τῷ πνεύματι· ὡς ἂν γνοίητε ὅτι ἔχετε μέλος ἔσχατον ὧδέ που περιωρισμένον ἐπὶ τῇ αὐτῇ ὁμολογίᾳ· καὶ αἰτοῦν ὑμᾶς συλλαμβάνειν ἐν ταῖς ἁγίαις προσευχαῖς, κατόπιν ἰέναι τῶν τιμίων ὑμῶν ἰχνῶν.