Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 65: To Naucratius, His Son

ΞΕ΄. — Ναυκρατίῳ τέκνῳ.

Ἐπειδὴ ἕμαθον παρὰ τοῦ γραμματηφόρου, ὦ καλὲ ἀδελφὲ, ὅτι ἔριδες ἐν ὑμῖν ἀνεφύησαν (λέγω δὲ τοῦτο, ὅτι ὁ μὲν λέγει· Ἐγὼ τὴν εἰκόνα Χριστοῦ ὡς αὐτὸν τὸν Χριστὸν προσκυνῶ· ὁ δὲ ἀπαναίνεται), οὔτε ἀλύπως ἐδεξάμην· εἰδὼς ὅτι αἱ ἐρεσχελίαι αὗται παρὰ τοῦ διαβόλου ὑποσπειρόμεναι, τέμνειν εἰώθασι καὶ αὐτὸ τὸ ὑγιαῖνον μέρος τῆς ὀρθοδοξίας· ὅπερ ἐστὶ χαροποιὸν τοῖς ἐναντίοις, ἐκ τῶν ἡμετέρων ἀῤῥωστημάτων τὸ οἰκεῖον ἀσέβημα βεβαιουμένοις εὖ ἔχειν. Οὔτε μὴν σιωπῇ τὸ ἀκουσθὲν κατασχεῖν καλὸν ἐνόμισα, ἀλλά τι καὶ παρ᾽ ἐμαυτοῦ φάρμακον ἐξευρεῖν θεραπείας, Θεοῦ εὐδοκοῦντος. Ἔστιν οὖν τὸ λῆμμα τοιοῦτον. Τὸ, ὡς, πῇ μὲν ἐπὶ ὁμοιώσεως εἴληπται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ· πῇ δὲ ἐπὶ βεβαιώσεως. Τὸ πρῶτον· Ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι. Καί· Ἐγὼ ὡς ἐλαία κατάκαρπος. Τὸ δεύτερον· Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραήλ! Καί· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Οὐ γὰρ καθ᾽ ὁμοίωσιν, ἀλλὰ βεβαίωσιν ἐνταῦθα ὁ λόγος. Εἰ οὖν οὕτω λέγοι τις προσκυνεῖν τὴν εἰκόνα Χριστοῦ, ὡς αὐτὸν Χριστὸν, ἔῤῥωται τῷ φρονήματι· εἰ δὲ βεβαιωτικῶς, οὐδαμῶς. Οὐ γὰρ ταυτὸν εἰκὼν καὶ ἀρχέτυπον τῇ φύσει, ἀλλὰ ταυτὸν τῇ ὁμοιώσει. Ταυτιζόμενα γὰρ ἄμφω, τῇ οὐσίᾳ διαφορεῖται παντάπασιν· ἐπὶ τῶν τεχνητῶν εἰκόνων δὴ λέγω. Πῶς οὖν τὴν εἰκόνα ὡς αὐτὸν Χριστὸν προσκυνήσει βεβαιωτικῶς· οὐκ ἐν αὐτῇ ὄντος τοῦ Χριστοῦ φυσικῶς, ἀλλὰ σχετικῶς, ἤγουν ὁμοιωματικῶς; Διέψευσται τῆς ἀληθείας καὶ ἄλλως τὸ λεγόμενον· Ἐν εἰκόνι ἐκφαίνεται τὸ ἀρχέτυπον· καὶ ἐν εἰκόνι προσκυνεῖται Χριστός. Τὸ οὖν εἰπεῖν, ἐν εἰκόνι, ἐν ἑτέρῳ ἕτερον δεδήλωται· καὶ δι᾽ ἄλλου ἄλλο προσκυνεῖται. Εἶδεν ὁ Χρυσόστομος ἄγγελον ἐν εἰκόνι· ὁ δὲ Κορνήλιος αὐτὸν τὸν ἄγγελον. Βλέπομεν Χριστὸν ἐν εἰκόνι· οἱ δὲ ἀπόστολοι αὐτὸν τὸν Χριστόν. Ἑωράκαμεν γὰρ, φησὶ, τὸν Κύριον. Προσκυνοῦμεν αὐτὸν ἐν τῇ οἰκείᾳ εἰκόνι· οἱ δὲ αὐτὸν ἐκεῖνον. Καὶ ἰδόντες αὐτὸν, φησὶ, προσεκύνησαν. Ὁμοιωματικῶς οὖν προσκυνεῖται ἐν εἰκόνι, εἴτ᾽ οὖν σχετικῶς, εἴτ᾽ οὖν ὁμωνύμως, ὁ Χριστός· εἰς ταυτὸν γὰρ ἀμφότερα συντρέχει· οὐκ αὐτοπτικῶς. Καὶ δίχα οὖν εἰκόνος ἐστὶ προσκυνούμενος νοερῶς· οὐ γὰρ πάντως πάντοτε αἰσθητῇ εἰκόνι βλέποιτο.

Εἰ δέ τις φαίη· Οὐκοῦν, ἐπειδὴ ἔστι μοι νοερῶς προσκυνεῖν, παρέλκον ἐν εἰκόνι· ἴστω ὁ τοιοῦτος, ἠρνῆσθαι καὶ τὸ νοερῶς προσκυνεῖν Χριστόν. Εἰ μὴ γὰρ ὁ νοῦς ἐνοπτρισθείη ἐν ὁμοιώματι ἀνθρώπου αὐτὸν ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρὸς κεκαθῆσθαι· οὐκ εἰσοίσει τὴν προσκύνησιν· εἰ μή τι ἄρα ἀποσκευάζει σάρκα γενέσθαι τὸν Λόγον. Τοῦ δὲ ὡμοιῶσθαι αὐτὸν ἀνθρώπῳ, μάρτυς ἡ εἰκὼν αὐτοῦ πιστή· καὶ τῇ αὐτῆς παραδοχῇ καὶ προσκυνήσει, παραδέδεκται καὶ προσκυνεῖται Χριστός· ὡς ἔμπαλιν ἐπὶ τῆς ἀθετήσεως. Προσεκύνησεν Αὔγαρος, δεξάμενος πίστιν, νοερῶς Χριστόν· προσεκύνησε δὲ μᾶλλον αὐτὸν ἐμφανέστερον ἐν τῇ πρὸς αὐτοῦ Χριστοῦ πεμφθείσῃ αὐτῷ ἀχειροποιήτῳ εἰκόνι. Ὥστε ἐν αὐτῇ ὁμοιωματικῶς ὁμοῦ τε καὶ νοερῶς προσκεκύνηται Χριστός· νῦν μὲν οὕτως· ἐν δὲ τῷ μέλλοντι αἰῶνι αὐτοπτικῶς· τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας, ὥς φησιν ὁ πολύσοφος Διονύσιος, ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι, φανοτάταις ἡμᾶς μαρμαρυγαῖς περιαστραπτούσης· ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει· τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀΰλῳ τῷ νῷ μετέχοντες. Ταῦτα, εἴτε ἐλλιπῶς, εἴτε ἀρκούντως, πρὸς ἡμῶν. Ὑμᾶς δὲ παρακαλῶ ἐν τοῖς περὶ Θεοῦ λόγοις εὐλαβῶς τε ἅμα καὶ προσεκτικῶς τὰς ἐπιζητήσεις ποιεῖσθαι· καὶ ἢ παρ᾽ ἑαυτῶν, ἢ παρ᾽ ἑτέρων τὸ ἀληθὲς ἐξευρίσκειν, πόῤῥω ἀφέντας τὸ ἐρεσχελεῖν· οὐ μὴν ἀλλὰ καὶ εἴ τι ἐσφαλμένον ἐν τοῖς εἰρημένοις, διορθώσεως τυχεῖν· ἐπείπερ ὀλιγόνους καὶ ἁμαρτωλὸς ἐγώ.

· Contents ·