Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 66: Catechesis
ΞϚ΄. — Κατήχησις.
Τὸ παρὸν κοινῶς πᾶσι καὶ οὐκ ἰδίᾳ ἑκάστῳ ἐπιστεῖλαί με· οὐκ ἐκ καταφρονήσεως, οὐδὲ ἐξ ὀλιγωρίας, ἄπαγε· πῶς γὰρ ἂν καταφρονήσαιμι τῶν ἐμῶν σπλάγχνων καὶ ὁμολογητῶν Χριστοῦ, μὴ οὐχὶ μᾶλλον καὶ τὸ αἷμά μου κενοῦν ἀντὶ μέλανος, καὶ τὰς σάρκας παρέχειν ἀντὶ χάρτου· εἰς τὸ καθεκάστην, εἰ οἶόν τε ἦν, γράφειν καὶ προσφωνεῖν ὑμᾶς; Καὶ οὐχ ὅτι οὐκ ἐστὲ ἀφ᾽ ἑαυτῶν ἐστηριγμένοι. Οἶδα γὰρ καὶ πέπεισμαι ὅση ὑμῖν ἡ παρὰ Θεοῦ δύναμις· ἀλλὰ τὸν ἐμαυτοῦ πόθον θεραπεύων, καὶ τὸ τῆς ἐντολῆς ἀποπληρῶν χρέος. Αἴτιον δὲ τὸ τῆς φυλακῆς, μᾶλλον ἀσφαλέστερον· μεθορισθέντων ἡμῶν ἄρτι, καθὼς καὶ προηκούσατε, ἐξ Ἀνατολικῶν εἰς Θρᾳκησίους ἐν Σμύρνῃ· τῷ τε μὴ δέξασθαι ἀντίγραφα ἀπὸ χρόνου· καὶ ἄλλως ὅτι τοῖς ἴσοις ἀγωνισταῖς ἡ αὐτὴ ἐπιστολὴ ἀρκέσειεν ἄρα.
Δεῦρο δὴ οὖν, ἀδελφοί μου, ᾄσωμεν καὶ νῦν χαριστήρια, ὅτι ἠξιώθημεν δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ· οὐ μὴν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· ὅπερ ἐστὶ δόξης ἁπάσης ἐνδοξότερον, καὶ χαρᾶς ἁπάσης χαριέστερον· Ἐν τίνι γὰρ τὸ πάθος ὑμῖν; Ἀλλ᾽ οὐχ ὑπὲρ τοῦ Χριστοῦ; Χριστὸν ὁμολογοῦσιν ἄνθρωπον γεγονότα, ἀληθινῶς σαρκὶ περιγράφεσθαι· εἴτ᾽ οὖν ἐξεικονίζεσθαι· καὶ τὴν τῆς εἰκόνος παραδοχὴν τῆς ἐνανθρωπήσεως αὐτοῦ εἶναι πίστωσιν· ἧς ἀναιρουμένης καὶ ἀθετουμένης, δηλονότι συνανήρηται καὶ συνηθέτηται καὶ ἡ ἐνανθρώπησις. Ἀλλ᾽ ἐπειδὴ ἐτύφλωσεν ὁ Θεὸς τοῦ αἰῶνος τούτου τὰ νοήματα τῶν Εἰκονομάχων, πρὸς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τῆς εἰκόνος αὐτοῦ· διὰ τοῦτο ἐν σκότει διαπορευόμενοι ἀρνοῦνται Χριστὸν, ἀρνούμενοι αὐτοῦ τὴν εἰκόνα· καὶ φιλονεικοῦσι πάντας συνεκτυφλωθῆναι αὐτοῖς· διώκοντες, αἰκίζοντες, φυλακίζοντες, καὶ ὡς εἰπεῖν ἀεὶ ἀποκτένοντες. Ἀλλ᾽ οὐχ ἕλξουσι τοὺς βεβαιωθέντας καὶ ἐστηριγμένους τῇ ἀμεταπτώτῳ ἀληθείᾳ. Οὐδ᾽ οὐ μὴν διέφυγον μὴ οὐχὶ καὶ ὑπὸ τοῦ κορυφαίου θρόνου τῆς Ἐκκλησίας διελεγχθῆναι, καθὼς καὶ ἐγένετο, καὶ οἴδατε. Καὶ ἦν μὲν ἡμῖν τὸ ἀσφαλὲς καὶ εἰλικρινὲς, καὶ πρὸ τῆς τῶν Δυτικῶν ἐλεύσεως. Προσεγένετο δὲ πλέον ὅτι μάλιστα κἀντεῦθεν, ὡς ἂν γνῶμεν ὅτι ἀκόλουθα ταῖς ἄνω γενεαῖς, καὶ τὴν καθ᾽ ἡμᾶς ὁ Θεὸς ἐπισκοπῶν ἐπισκοπεῖ· καὶ ὑπ᾽ ὄψιν ἤγαγε τὸ μαρτύριον, ὅτι ἠλλοτρίωνται αὐτοῦ οἱ τῆς εἰκόνος ἀρνηταί. Εἰ γὰρ τοῦ κορυφαίου εἰσὶ διεῤῥηγμένοι, τῶν τε ἑτέρων τριῶν πατριαρχῶν· δηλαδὴ καὶ τοῦ Χριστοῦ, ὃς κεφαλὴ τῶν προειρημένων· καὶ πενθεῖν ἔστι καὶ σκυθρωπάζειν ἐπ᾽ αὐτοῖς· ἡμῖν δὲ χαίρειν μέγα καὶ ὑπερφυές.
Ἐνέγκωμεν οὖν λοιπὸν, ἀγαπητοὶ, τὰ θλιπτικὰ τῆς φυλακῆς· τὰ προσδοκώμενα ἔτι πειρατήρια· αὐτὸ τοῦτο, ἀποθνήσκειν καθημέραν, μαρτυρεῖν, ἀθλεῖν ἕως ἂν ἐπιστῇ ὁ καιρὸς τῆς εἰρήνης· ὃν ὁ Κύριος δεδοκίμακεν ἀρκούντως ἔχειν εἰς δοκίμιον τῶν ὁμολογούντων, καὶ ἀνταπόδομα τῶν ἀπειθούντων. Ἡ ἡμέρα τὴν ἡμέραν διαβιβαζέτω δι᾽ ὑπομονῆς καὶ προθυμίας· ἡ χεὶρ ἐργαζέσθω οἱονδηποτοῦν ἔργον· τὸ στόμα ψαλλέτω· τὸ σῶμα δουλαγωγείσθω· ὁ νοῦς προσεχέτω ἑαυτῷ· μὴ ἀνοίγειν θύραν τοῖς πάθεσιν· ὡς ἂν ἡ φυλακὴ εὐρύχωρος εἶεν, εὐχάριστος, γλυκεῖα, παλάτιον Χριστοῦ. Τὸ γὰρ ἐναντίον πρόδηλον. Πίστις παρὰ τῶν ἔξωθεν πρὸς ὑμᾶς, ἀνδρῶν τε καὶ γυναικῶν· μοναζουσῶν τε καὶ μιγάδων. Καὶ εἰκότως· ἐπεὶ φῶς ἐστε χάριτι Χριστοῦ τῆς Βυζαντίδος· ἵνα μὴ εἴπω, ὅλου τοῦ κόσμου. Ἀλλὰ βλέπωμεν τὸν ἐπισπείροντα τῷ σίτῳ ζιζάνια διάβολον· καὶ τῷ διανοητικῷ κοσκίνῳ τὴν μὲν πίστιν προσιέμεθα· τὰς δὲ σχέσεις ἀποσεισώμεθα· ἵνα μὴ ἡ ψυχικὴ χώρα λυμήνηται. Εἶχε καὶ Παῦλος ὁ μέγας ἀγαπητάς· τὴν Ἀπφίαν, τὴν Περσίδα, καὶ Εὐωδίαν παρακαλεῖ, καὶ Συντύχην παρακαλεῖ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ· ὡς συγκοπιώσας καὶ συναθλούσας καὶ διακονούσας. Καὶ ἀναγκαῖον πάντως ἔχειν· ἀλλ᾽ ἔχειν, ὡς εἶχεν ἐκεῖνος. Ἐπεί φησι περὶ Πρισκίλλης καὶ Ἀκύλα· Οἴτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτὸν τράχηλον ὑπέθηκαν.
Ὁρᾶς τὸ θερμὸν τῆς ἀγάπης, καὶ τὴν ἀποστολικὴν ἀποδοχήν; Οὕτως, ἀδελφοί μου, καὶ ἡμεῖς καὶ ὑμεῖς, καὶ ἔχωμεν καὶ ἀσπαζώμεθα τὰς ἐν τάξει τῶν τοιούτων ἡμῖν καθισταμένας. Ὡς ἂν δοξάζηται ὁ Θεὸς, καὶ φωτίζωμεν· ἀλλὰ μὴ θολώμεθα καὶ συγχεώμεθα. Ἤκουσταί μοι περὶ ὑμῶν τῶν τριῶν, ὅτι ἡνώθητε ὑπὸ μεταμελείας τοῦ ταπεινοῦ Λεοντίου, καὶ τὸν Θεὸν ἐδόξασα ὁ ἁμαρτωλὸς, ἐπί τε τῇ μετοκλάσει ἐκείνου· εἴπερ καὶ διαμείνοι· καὶ τῇ ὑμετέρᾳ ἐναθλήσει· ὅτι ὡς ἀπὸ καμίνου πυρὸς οἱ ἅγιοι τρεῖς παῖδες, καὐτοὶ τῶν δεινῶν φυλακῶν ἀσινεῖς ἐξεληλύθατε, καταπλήξαντες τὸν τύραννον. Ἀλλ᾽ ἔτι, γενναῖοί μου, ἐναθλοῖτε· καὶ τὸ πειρασθῆναι ἑτοιμάζεσθε μέχρις αἵματος. Τοιοῦτος γὰρ ὁ νόμος τῆς μαρτυρίας. Εὐλογηθείησαν οἱ ἀλεῖπται ὑμῶν, οἱ ἔνδοθεν καὶ ἔξωθεν. Ἡμεῖς οἱ ταλαίπωροι καὶ αὖθις ἐμαστιγώθημεν· ἀλλ᾽ εὐχαρίστως ἐδεξάμεθα· καὶ εὐδοκοῦμεν μᾶλλον καὶ ἔτι. Ὥστε ὑμεῖς μὴ ἀνιᾶσθε ἐν τῇ ταπεινώσει ἡμῶν, ἀλλὰ μᾶλλον χαίρετε, καὶ προσεύχεσθε ἰσχύειν ἡμᾶς ἔτι ἐν πᾶσιν· οἴσειν τε καὶ τὰ παρὰ τῶν ἐξουσιαζόντων ἐπαγόμενα· φέρειν τε καὶ τὰ παρὰ τοῦ ἀοράτου πολεμίου συμβαλλόμενα, σὺν τῷ ἀδελφῷ Νικολάῳ· ὃς καὶ προσαγορεύει ὑμᾶς θερμότατα. Μνημονεύετέ μου τῶν στεναγμῶν. Ἡ χάρις μεθ᾽ ὑμῶν. Ἀμήν.