Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 67: To Naucratius, His Son
ΞΖ΄. — Ναυκρατίῳ τέκνῳ.
Παρ᾽ ἐλπίδα μὲν, ἐπ᾽ ἐλπίδι δὲ ὅμως, ἐδεξάμην σου τὴν ἐπιστολὴν, τίμιον τέκνον· τὸ πρῶτον, διὰ τὴν ἐπίσφιγξιν τῆς φυλακῆς ἐξ ἐπιτροπῆς τοῦ βασιλέως· τὸ δεύτερον, διὰ τὴν ὑπεράπειρον ἀγαθότητα τοῦ φιλανθρώπου Θεοῦ· δι᾽ ὑμᾶς τοὺς ἁγίους καὶ τὰ ἡμῶν τῶν ἁμαρτωλῶν εὖ διατιθεμένου· κἂν οἱ ἄνθρωποι δυσδιεξόδευτα πειρῶνται φέρειν. Καὶ τί εἴπω, ἢ τί διανοηθῶ ὁ τάλας; ἢ ὅτι Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε, Κύριε, τίς ὅμοιός σοι; Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. Αὕτη μου ἡ πρώτη φωνὴ τοῦ οἰκτροῦ· κἂν ἐκ Δαυϊτικῆς ᾠδῆς. Δεύτερον, ὅτι καὶ ἀδολεσχίας ἀνείθην ἀναγνοὺς τὸ γράμμα· ἐπεὶ εὗρον τὴν μέθειρξίν σου οὕτως ἔχουσαν ὡς ἐδίδαξας. Ἤμην γὰρ προμαθὼν ὅτι μόνον μετεφρουρήθης. Εὐψύχει, ἀδελφὲ, καὶ εὐφραίνου, ὅτι καθὼς πλεονάζει τὰ παθήματα τοῦ Χριστοῦ εἰς σὲ, καὶ εἰς τοὺς ὁμόφρονάς σου καὶ ὁμοτρόπους σοι· οὕτω καὶ ἡ παράκλησις, καὶ ὁ μισθὸς, καὶ τὸ κλέος. Καὶ πῶς ἂν εἶχεν εἰς τοὐμφανὲς ἐλθεῖν τὰ σκεύη τῆς ἐκλογῆς, εἰ μὴ παρῆν τὰ σκάνδαλα, παραχωροῦντος Θεοῦ, τοὺς μὲν ποιοῦντας αὐτὰ δεικνύντος οἷοι εἶεν, ὡς ζιζάνια τηρούμενα εἰς καῦσιν πυρὸς αἰωνίου· τοὺς δὲ ὑπομονητικοὺς τῶν πειρασμῶν δοκιμάζοντος, ἡλιοειδῶς ἐκλάμψοντας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
Ὥστε μή σε ξενιζέτω τὰ γιγνόμενα καθεκάστην· εἰ ὁ μὲν ἤρθη, ὁ δὲ δέδεται· καὶ ἄλλη τέτυπται, ἑτέρα δὲ ὑπερώρισται· καὶ ὅσα ἄλλα οὕτως ἢ ἑτέρως ἔχει. Ἥξει μικρὸν ὕστερον ὁ τῆς ἀνταποδόσεως καιρός. Ἀνέγνων ὃ πέπομφας (καὶ ἐπιγνοὺς καὶ εὐχαριστήσας τῷ Κυρίῳ, αὖθις ἀντέπεμψα) περὶ τοῦ ἀββᾶ Ἰγνατίου· οἴμοι! ὅτι ἑάλω· ἐπεὶ φίλος ὁ ἀνὴρ διαφερόντως. Ἀλλ᾽ εὖγε πεποίηκας, δοὺς μετανοοῦντι τὴν ἰατρείαν. Ἱκανὸν, τέκνον, τὸ παρὰ σοῦ δοθέν· κἀγὼ ὁ τάλας εὔχομαι αὐτῷ τὴν ἀναπάλαισιν· οὗ καὶ δέδεγμαι τὰς προσφοράς. Εἰς τὸν ἀδελφὸν Ἀνατόλιον σπλαγχνίζομαι ὁ ταπεινός· ἐπεὶ φιλαδελφεῖς καὶ αὐτός. Διὰ τοῦτο τολμῶ καὶ λέγω· Κουφισθήτω αὐτῷ καὶ ἕτερος χρόνος· ὥστε πληρουμένης τῆς διετίας, μετεχέτω τῶν ἁγιασμάτων. Οἱ κοιμηθέντες τῶν ἀδελφῶν, φωτὸς υἱοὶ ὑπὲρ φωτὸς τῷ διωγμῷ τελειωθέντες, προσεύξοιντο περὶ ἡμῶν. Οἱ ἄλλως τεθνηκότες, ἐλεεινοὶ τῆς ἐκδημίας, κατὰ τὰς ἐμὰς ἁμαρτίας, ὡς λέλεχας. Τοιοῦτος καὶ ὕπερ ὁ Σευηριανός. Πλὴν καὶ ἐκ τῶν ἐνδιαστρόφων εὐστροφία τοῖς ἐμμελέσι· καὶ ὁ λόγος βαλλέσθω εἰς ζήτησιν ὁσάκις προσίοι, κἂν ἐκ τῶν ἐναντίων· ὡς ἐν τῇ βασάνῳ, καθάπερ ἐν παρατρίψει λίθων, τὸ πῦρ ἐξάλλοιτο τῆς ἀληθείας. Καὶ δὴ καὶ νῦν τοιαύτη ἡ πρότασίς σου. Ἐν τισιν ἱστορίαις εὕρηνται εἰκόνες ἐπιγράφουσαι· Θειότης, Κυριότης, Βασιλεία. Δηλονότι ἐπὶ τῆς Χριστοῦ εἰκόνος τοῦτο λέγοις. Καὶ πῶς τοῦτο; Αἱ τοιαῦται φωναὶ κοινῶς ἐπὶ τῆς Τριάδος· οὐκ ἐφ᾽ ἑνὸς προσώπου διακεκριμένως νενόηνται. Εἰ γὰρ καὶ Θεὸς καὶ Κύριος ἕκαστον πρόσωπον λέγοιτο· ἀλλ᾽ οὐχ ἁπλῶς καὶ Θεότης καὶ Κυριότης. Οἷον, Ἐγὼ ὁ Θεὸς τοῦ Πατρός σου, φησίν· οὐχ, ἡ Θεότης. Ἐγὼ εἰμὶ ὁ ὦν, οὐχὶ, ὀντότης. Καί· Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου· οὐχὶ, Κυριότης παρὰ Κυριότητος. Εἰ οὖν ἐπὶ τῆς θεολογίας οὕτως· πολλῷ οὖν μᾶλλον ἐπὶ τῆς οἰκονομίας οὐκ ἔχει λόγον τὴν εἰκόνα Χριστοῦ, Θειότης ἐπιγράφειν, ἢ Κυριότης. Θεὸς μὲν γὰρ λέγοιτο, καὶ Κύριος, ἤ τι τῶν ὁμοδυνάμων τούτοις· ἀλλὰ καὶ τοῦτο ὁμωνύμως· οὐ μὴν Θεότης ἢ Κυριότης. Ὡς, φέρε εἰπεῖν, καὶ ἐπὶ τοῦ γεγραμμένου ἀνθρώπου, ἄνθρωπος μὲν λέγοιτο, οὐ μὴν ἀνθρωπότης· καὶ βασιλεὺς τῶν ἐπὶ γῆς, οὐ μὴν βασιλεία. Ἐσφαλμένως οὖν ἔχει, ὡς ἐμοὶ δοκεῖ, ἡ ἐπιγραφή· συμπεριγράφει γὰρ καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα, ὅπερ ἄτοπον. Τοσαῦτα μὲν ὡς κατ᾽ ἐπιτομήν. Αὐτὸς δὲ προσεύχου περὶ τῆς ταπεινώσεώς μου θερμότερον· ἀλλὰ γὰρ καὶ ὑπὲρ τοῦ ἀδελφοῦ, ὃς καὶ προσαγορεύει γνησιώτερον. Τὸ ἱμάτιον ἐδεξάμην· καὶ ἕως πότε οὐ παύσῃ ἐνδιδύσκων ἡμᾶς, ἀγαπητέ; Ἀντιθάλψειέ σε Κύριος ἐν πνεύματι. Τὰ ἐλλείποντα ὁ γραμματηφόρος ἀπαγγελεῖ. Ἔῤῥωσο ἐν πᾶσιν.