Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 68: To Irene the Patrician
ΞΗ΄. — Εἰρήνῃ πατρικίᾳ.
Πρότερον ἡνίκα ἡ ὑπόπτωσις, λυπηρόν μοι τὸ γράμμα πρὸς τὴν τιμιότητά σου· νῦν δὲ καὶ λίαν περιχαρὲς διὰ τὴν ἐξανάστασιν, καὶ τὰς ἐπὶ τῶν τιμίων σου σαρκῶν ὑπὲρ ὁμολογίας Χριστοῦ μάστιγας. Καὶ εὖγε, εὖγε, ἀνδρειοτάτη ἐν γυναιξὶν, ὅτι τῆς ἤττης περιφανεστέραν τὴν ἀναπάλαισιν ἀπειργάσω· εὐφράνασα Θεόν τε καὶ ἀγγέλους, καὶ τῶν ἀνθρώπων τοὺς εὐσεβεστάτους. Καὶ σὺ ὄντως ἀληθῶς εὐγενὴς, τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν ὁρμωμένη· σὺ φιλόθεος καὶ φιλάρετος· σὺ παθοκτόνος καὶ ἐχθρόκοσμος. Ὡς αἰνετόν σου τὸ ὄνομα· καὶ διαλαλητή σου ἡ μαρτυρία! Τί ταῦτα; Ἔλαβες τὴν εὐαγγελικὴν μάχαιραν, ὡς στρατιῶτις Χριστοῦ· διέκοψας ἐν ἐκστάσει τὰς σχέσεις τοῦ σώματος· ἀπετμήθης κεφαλῆς ὑποκυπτούσης θυγατρὸς μονοκλαδούσης· ἐῤῥῶσθαι φράσασα πόλει βασιλευούσῃ, γένει περιβλέπτῳ, φίλοις ὑπερέχουσιν, οἰκίᾳ ὑπερλάμπρῳ, ἀξίᾳ ὑπερφυεστάτῃ, τῶν κατὰ χθόνα οἰκετῶν πλήθει, ὑπάρξει παντοδαπῇ, τοῖς ἄλλοις, οἷς οὐκ εὐμαρές μοι λέγειν· καὶ ἀραμένη τὸν σταυροφόρον βίον· ἀπεωρίσθης που μακρὰν, ὡς μεμάθηκα, ἐν νήσῳ. Εὐλογημένη σὺ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς μαρτυρίας σου. Καὶ πόθεν σοι τοῦτο ὅλον τὸ ἀγαθὸν, τὸ μέγα κλέος, ἡ μεγίστη εὐφημία, ἀλλ᾽ ἢ ἐκ τῶν προϋπηργμένων σοι κατορθωμάτων, ἐκ τῆς πολλῆς σου ἐντεύξεως καὶ προσευχῆς, ἐκ τῆς ὑπερβαλλούσης σου φιλευποιίας καὶ φιλομονάχου καρδίας; Οὐκ ὥλοντο οἱ καρποὶ, κἂν ἐπὶ μικρὸν διεσείσθησαν· οὐ κατέαξέ σου τὸν ἀρετῆς πύργον ὁ ἀντικείμενος ὄφις, εἰ καὶ δέδακεν. Ἀποκέκρουσται φθόνος τῶν ἐπιτωθασάντων· πέπτωκεν ὀνειδιζόντων ὕθλος· νενίκηκε Χριστὸς ἐν σοὶ, καὶ διὰ σοῦ, ὦ καλλίγυναι, ὦ φιλόμαρτυς· καὶ, τὸ τρίτον, ὦ μῆτερ ἐμή· καλῶ γὰρ τοῦτο ἐν πνεύματι, ὡς σύναθλον, καὶ τῶν ἀπὸ σαρκὸς γνωριζομένων σπλάγχνων ἐγγύτερον. Οὕτω γὰρ οἶδε τὸ πνεῦμα συνάπτειν τοὺς ἀπ᾽ αὐτοῦ κυοφορουμένους. Οἶδά σου τοὺς πόνους· οἶδα τὰς ἰνοκοπίας τῆς ψυχῆς· πάντα ὅσα ῥαγεῖσα κόσμου ὑποίσω. Ἀλλὰ θάρσει· πολύς σου ὁ μισθὸς ἐν οὐρανοῖς· νύμφη Χριστοῦ χρηματίζεις, κἂν ἀπὸ ἀνδρός· συμπολῖτις τῶν δικαίων καὶ ἁγίων· εἴπερ ἐμμενοῦμεν ταῖς θείαις ὁμολογίαις ἕως τέλους. Νῦν δὲ λιπαρῶ καὶ παραινῶ, ὑπομονητικῶς σε ἐνεγκεῖν τὴν ἐξορίαν καὶ ἐρημίαν πάντων, ἀναθεωροῦσαν τὰ οὐράνια· εἰδυῖαν τὸ ἐπὶ γῆς παίγνιον καὶ ὠκύμορον. Μετὰ σοῦ ὁ φύλαξ σου τῆς ζωῆς ἄγγελος· Χριστὸς αὐτὸς, ὁ εἰπών· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν. Ἓν δὲ ὑπομιμνήσκω· σεαυτὴν περιποιοῦ, δίαιταν παρακλητικωτέραν ἀσπαζομένη. Οὐ γὰρ καιρὸς ἐγκρατείας ἄρτι τοσοῦτον, ὅσον τὸ πρότερον. Καὶ τέλος, προσεύχου περὶ ἐμοῦ τοῦ ἀμαρτωλοῦ· ὡς ἂν τοῖς λόγοις τὸν βίον συναρμόσοιμι.