Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 69: To Euphemia the Recluse
ΞΘ΄. — Εὐφημίᾳ ἐγκλείστῃ.
Εἰ καὶ ἐλλείπομεν συχνότερον τῇ τιμιότητί σου ἐπιστέλλειν· ἀλλ᾽ οὖν τοῦ μεμνῆσθαι αὐτῆς ἐν Κυρίῳ, οὐκ ἐπιλελήσμεθα· διὰ τὸ κοινωνικὸν τῆς προθέσεως, καὶ τὸ ἐπιδοτικὸν τῆς προαιρέσεως. Ὃ ἰκανῶς ἔχει, ὡς μανθάνω, ἀπὸ πρώτης ἡλικίας ᾑρετίσω τὸν σταυροφόρον βίον· καὶ ἔτι τὴν φρουρητικὴν διαβίωσιν. Καὶ ἡλίκον σου τὸ ἐγκώμιον, νύμφη Χριστοῦ. Ἀλλ᾽ ὑπομιμνήσκω περιέπων σε πνευματικῶς, ὡς ἀδελφήν. Ἐπείχθητι, κυρία, ἐπείχθητι θεραπεῦσαί σου τὸν Νυμφίον. Ἡ νυμφευθεῖσα, πάσης σχέσεως ἑαυτὴν ἀποδιίστασο, ὅλην τὴν καρδίαν, καὶ ψυχὴν, καὶ ὅλην τὴν διάνοιαν ἐρωτικῶς πρὸς τὸν ἑαυτῆς Νυμφίον ἔχουσα. Εἰ τοῦτο ἐπὶ τοῦ φθαρτοῦ καὶ ῥέοντος ἔχει· πόσῳ οὖν μᾶλλον ἐπὶ τοῦ ἀφθάρτου καὶ ἀθανάτου; Οὕτως ὀφείλομεν (κοινὸς ὁ λόγος) καὶ ἡμεῖς διακεῖσθαι πρὸς τὸν Κύριον καὶ Δεσπότην, καὶ μὴ λαμβάνειν κόρον τοῦ πόθου αὐτοῦ· καὶ ἐν τούτῳ ἐξίστασθαι πάσης ἡδονῆς φθοροποιοῦ. Ὅτι καὶ αὐτὸς ἐρωτικῶς πρὸς ἡμᾶς ἔχεται· καὶ οἱονεὶ ἐξίσταται τῇ ὑπεραπείρῳ ἀγαπήσει. Μὴ γὰρ οὐ διὰ σὲ, Θεὸς ὦν, δούλου μορφὴν ἀνέλαβεν, ἣν νῦν ἀτιμάζουσιν οἱ Εἰκονομάχοι; μὴ οὐκ ἐπτώχευσε πλούσιος ὥν; μὴ οὐχ ὑπέμεινε τὰ θλιβερὰ ἅπαντα, ὕβρεις, ἐμπτύσματα, ῥαπίσματα, μάστιγας, σταυρὸν καὶ θάνατον; Οὕτως ὀφείλει ἑκάστη ψυχὴ διατίθεσθαι· ὡς ὑπὲρ αὐτῆς μόνης, κἂν ὑπὲρ πάσης, τὰ παθήματα, καὶ στέργειν καὶ ἀγαπᾶν, καὶ ἐφίεσθαι ἐξίσου ἀντιπεπονθέναι. Κἂν τυχὸν οὐ παραχωρῆται ὑποῖσαι ταῦτα· καὶ ἡ πρόθεσις ἀποδέδεκται εἰς ἔργον· οὕτω τοῦ ἀγαθοῦ Θεοῦ φιλοτιμουμένου. Ταῦτα οὐχ ὡς οὐκ ἐχούσης σου ἔναυλα· ἀλλ᾽ ὡς συμψυχῶν σοι ἐν Κυρίῳ.