Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 70: To Theophilus of Ephesus

Ο΄. — Θεοφίλῳ τῆς Ἐφέσου.

Δανείσας τὸ γράμμα, ἀπεκαραδόκουν λήψεσθαι τὸ χρέος τῆς ἀγάπης· ἀλλ᾽ ἐπεὶ οὐκ εἴληφα, φιλῶ καὶ αὖθις δανεῖσαι. Ἡδὺ γάρ μοι τὸ δάνειον λίαν· ἤγουν τῇ σῇ ἱερᾷ κορυφῇ διαλέγεσθαι, διὰ Χριστὸν πασχούσῃ, μᾶλλον δὲ ὁμολογητικῶς στεφανουμένῃ τε καὶ καλλωπιζομένῃ. Οὐ γὰρ οἷς ὀφθαλμοῖς βλέπει κόσμος, τούτοις ἀθρεῖ καὶ νοῦς ὁρῶν Θεὸν καὶ θεῖα. Ὅτι ὁ μὲν τὰ φθειρόμενα καὶ ἀπολλύμενα οἴεται τῶν ἀγαθῶν μοῖραν τυγχάνειν, κακῶς εἰδὼς καὶ πεπλανημένως· ὁ δὲ ἐκεῖνο καὶ μόνον κρίνων μακάριον, ὃ οὐκ ἐνταῦθα τὴν εὐπάθειαν ὁρίζοι· ἀλλ᾽ εἰς τὸν μέλλοντα αἰῶνα ἐναποθησαυριζόμενον, εἰς χαρὰν ἀπέραντον θυμηδίας. Οὕτω τὰ κατὰ τὴν ἁγιωσύνην σου ἐγὼ ὁ τάλας ὁρῶν, χαίρω καὶ συγχαίρω, τριπόθητε. Περιεφρόνησας δόξης ἐπιγείου· εἵλου σὺν Χριστῷ τὰ ταπεινὰ καὶ ἐξουθενημένα· μᾶλλον δὲ θλίψιν καὶ στενοχωρίαν, πληγὰς καὶ ἐξορίας. Ὡς μακάριά σου τὰ πρακτέα! ὡς αἰνετά σου τὰ παθήματα! Ἀνατολῇ καὶ Δύσει διαβοώμενα, ἐν οὐρανοῖς ἀπογραφόμενα, ἀγγέλους εὐφραίνοντα, ὁμολογητὰς καὶ μάρτυρας ἡδύνοντα, δαίμονας καὶ τοὺς τούτοις ὁμόφρονάς τε καὶ ὁμοτρόπους Εἰκονομάχους στίζοντα! Εἰκότως οὖν σοι συναγάλλομαι, πρωτοπάτορ. Ἀλλ᾽ αἰτῶ δέεσθαί σε καὶ περὶ ἐμοῦ τοῦ κατὰ πάντα οἰκτροῦ· ὡς ἂν μὴ ἀποπεσεῖν με τῆς κατ᾽ ἴχνος ὑμῶν παραστάσεως.

· Contents ·