Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 8: To All the Brotherhoods Scattered Everywhere
Η΄. — Θεόδωρος πάσαις ταῖς ἀδελφότησιν ἤτοι συνοδίαις ταῖς πανταχοῦ διὰ Χριστὸν διεσπαρμέναις, σὺν τοῖς ἐν φυλακαῖς τε καὶ ἐξορίαις κρατουμένοις, ἐν Κυρίῳ χαίρειν.
Χάρις ὑμῖν καὶ εἰρήνη, ἀποστολικῶς εἰπεῖν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν· ὑπὲρ οὖ καὶ δι᾽ ὃν ὁ διωγμὸς, ἡ θλίψις καὶ ἡ στενοχωρία, ἡ ἐρημία καὶ φυγαδεία, αἱ εἱρκταὶ καὶ ποιναὶ καὶ ὅσα ἄλλα καθεκάστην εἰς ταλαιπωρίαν ὑπαντήματα καὶ συμβάματα. Τούτου χάριν, ἀδελφοί μου ἀγαπητοὶ, τῆς ἀπολείψεως τοῦ ταπεινοῦ ἡμῶν προσώπου παραμυθίαν τινὰ ἐπινοησάμενοι, στέλλομεν ὑμῖν τὴν ἐπιστολὴν ταύτην, γνωρίζοντες, ὡς ἀδιαλείπτως μνείαν ἡμῶν ποιούμεθα ἐν ταῖς ταπειναῖς ἡμῶν προσευχαῖς, ἕνα ἕκαστον ἀναπολοῦντες καὶ ἀναλογιζόμενοι, δάκρυσι καὶ στεναγμοῖς αἴροντες χεῖρας εἰς Θεόν· ἵνα καθὼς ὑπεδυσάμεθα τοὺς ὑπὲρ ἀληθείας ἀγῶνας, καὶ ἐξεληλύθαμεν ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ, ὡς ἐκ καλιᾶς ἀπὸ τῶν ἱερῶν ἡμῶν ἀσκητηρίων· οὕτω διαμείνωμεν μέχρι τέλους, δυνάμει Κυρίου, τὴν αὐτὴν πίστιν ἔχοντες, τὴν αὐτὴν ἀγάπην, σύμψυχοι, τὸ ἓν φρονοῦντες, καὶ κρατοῦντες δόγμα τῆς ἀληθείας, τὸ κηρυχθὲν, καὶ ἐγγραφὲν καὶ ὄψει καὶ ἀκοῇ, ἐν πάσῃ τῇ κτίσει ὑπὸ τὸν οὐρανόν· προσκυνεῖν μὲν οὖν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα τὸ ἅγιον, τὴν πολυύμνητον καὶ μακαρίαν Τριάδα κατὰ τὸν τῆς θεολογίας λόγον· ὁμολογεῖν δὲ τὸν ἕνα τῆς Τριάδος, τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, Κύριον δὲ ἡμῶν Ἰησοῦν Χριστὸν, ἑαυτὸν κεκενωκέναι, δούλου τε μορφὴν ἀναλαβόντα, ἐν ὁμοιώματί τε ἀνθρώπων γεγονότα, ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς εἰκονίζεσθαι, χαρακτηρίζεσθαι χαρακτῆρι σώματος, καθότι ὁ αὐτὸς τέλειος Θεὸς, ὁμοῦ τε καὶ ἄνθρωπος ἐχρημάτισε· τοσοῦτον περιγραφῆς εἴσω γενόμενος καθ᾽ ἡμᾶς, ὦν καὶ τὴν φύσιν εἴληφεν· ὅσον ταύτης τῷ ἀπεριγράπτῳ τῆς θείας φύσεως ἀνώκισται. Οὐ γὰρ, δήπου κατὰ τὰ λόγια, ἀγγέλων ἐπιλαμβάνεται· εἴπερ κἀκείνοις τὸ εἰκονίζεσθαι· ὡς ὦπται τοῖς βλέπουσιν ὑπὸ Πνεύματος· ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὥφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Εἰπάτωσαν οὖν οἱ Χριστομάχοι, πῶς οἷόν τε τὸ Ἀβραμιαῖον σπέρμα μὴ εἰκονίζεσθαι; πῶς δ᾽ αὐτῷ ἕξει τὸ κατὰ πάντα ὅμοιον ἡμῖν, ὦν ἀδελφὸς κέκληται· εἴπερ οὐ τὸ περιγραφῆς ἰδίωμα καθ᾽ ἡμᾶς τοὺς ἀδελφοὺς αὐτοῦ εἰληφὼς δείκνυται; Οὐκοῦν ἀδελφὸς οὐδ᾽ οὐ μὴν ὅμοιος ἡμῖν· διὰ τοῦτο οὐδὲ ἄνθρωπος. Οὕτω συνῆκται ἐκ τοῦ μὴ λέγειν αὐτοὺς Χριστὸν καθ᾽ ἡμᾶς εἰκονίζεσθαι· καὶ οὕτως ἀποσκευάζονται τὴν σωτήριον οἰκονομίαν· ἐπίσης τῶν Μανιχαίων, Οὐαλεντίνων τε καὶ Μαρκιωνιστῶν· ὧν φύγοιμεν τὴν κοινωνίαν, ἀδελφοὶ, ὡς ἰὸν ὄφεως, μελαίνουσαν οὐ σῶμα, ὥς πού φησιν ὁ Θεολόγος· ἀλλὰ τὰ βάθη τῆς ψυχῆς.
Τῇ ἀποστολικῇ δὲ καὶ ὑπ᾽ οὐρανὸν Ἐκκλησίᾳ τὰ ἴσα φρονοῦντες· αὕτη γὰρ ἡ Βυζαντιαία τμῆμα αἰρετικὸν, ὡς εἴθισται αὐτῇ πολλαχῶς τῶν ἄλλων ἀποσχίζεσθαι· εἰκονίζομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σωματικῷ χαρακτῆρι, εἱρμῷ τῷ ἀνέκαθεν ἀπ᾽ αὐτῆς τῆς ἐπιφανείας αὐτοῦ ἐξ ἀποστολικῆς πράξεως παρηγμένῳ, ἐξ εἰκόνος εἰκόνα μεταγράφοντες, καθάπερ καὶ τοῦ ζωοποιοῦ σταυροῦ· καὶ μὴ τὸν μὲν τυποῦντες, ὅς ἐστιν ὅπλον Χριστοῦ κατὰ τοῦ διαβόλου· τὸν δὲ οὐκ εἰκονίζοντες, ὅς ἐστιν ὁπλίτης καὶ καθαιρέτης τοῦ Σατανᾶ. Ποῦ γὰρ ἂν ἐγγραφείη ὅπλον νικητικὸν καὶ ἀληθὲς, μὴ τὸν ὁπλίτην ἔχον ὑπ᾽ ὄψιν δεικνύμενον; Εἶτα καὶ προσκυνοῦμεν αὐτοῦ τὴν ἁγίαν εἰκόνα, ὡς ἐν αὐτῇ προσκυνοῦντες τὸν ἐξεικονισμένον Χριστόν. Ἐξεικονισμένος γὰρ προῆλθεν ἐκ κοιλίας μητρὸς αὐτοῦ τῆς Θεοτόκου· εἰ δὲ μὴ, ἀμβλωθρίδιόν τι καὶ οὐ μεμορφωμένος ἄνθρωπος, ὦ θεομάχοι! Εἰ δὲ ἐξεικονισμένον τὸ βρέφος πρόεισιν, ὥσπερ ἀληθές· περὶ οὗ φησιν ὁ προφήτης· Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Θεῷ κληθήσεται· πᾶσα ἀνάγκη καὶ ἐξεικονίζεσθαι πέφυκεν. Οἱ κωφοὶ, ἀκούσατε, καὶ οἱ τυφλοὶ, ἐμβλέψατε· ἐν ἐνὶ μόνον ἡ καθ᾽ ἡμᾶς καινοτομία ἐπὶ Χριστοῦ· ὅτι ἄνευ σπορᾶς συνείληπται ἐν μήτρᾳ Παρθένου, καὶ δίχα φθορᾶς γεγέννηται· καθότι οὐδὲ ἁμαρτίαν ἐποίησε γραφικῶς· οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Τὰ δ᾽ ἄλλα πάντα καθ᾽ ἡμᾶς· ἔφαγεν· ἔπιε· διεπνεύσθη· ηὔξησεν· ἐβάδισεν· ἵδρωσεν· ἐκοπίασεν· ἐσταυρώθη· ἀπέθανε· κἂν, ὡς Θεὸς, τριήμερος ἐγήγερται, ἔχων καὶ μετὰ τὴν ἀνάστασιν τὴν ἐξεικονισμένην ἡμῶν μορφὴν θεωθεῖσαν καὶ ἀφθαρτισθεῖσαν ἐν αὐτῷ· καθ᾽ ἣν καὶ ἐθεάθη τοῖς ἀποστόλοις, καὶ συνέφαγε καὶ συνέπιεν ἐγηγερμένος, καὶ ἐψηλαφήθη ὑπὸ Θωμᾶ· λέγων τοῖς πᾶσιν ὑποτοπήσασιν αὐτὸν πνεῦμα εἶναι· Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Οὐτω καὶ ἀνελήφθη ἐν δόξῃ· ὡσαύτως καὶ ἥξει ἐν μορφῇ τῇ αὐτῇ τοῦ καθ᾽ ἡμᾶς εἴδους· ὃν ὄψεται πᾶσα σὰρξ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ ἐν πυρὶ φλογὸς, διδόντα ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούσασι τῷ Εὐαγγελίῳ αὐτοῦ, καθὼς γέγραπται· μεθ᾽ ὧν οἱ σταυρώσαντες αὐτὸν Ἰουδαῖοι κόψονται, καὶ οἱ μὴ ἀνεχόμενοι αὐτὸν εἰκονίζειν Εἰκονομάχοι. Ταῦτά ἐστιν, ἀδελφοὶ, τὰ εὐαγγελικὰ κηρύγματα· ταῦτα τὰ ἀποστολικὰ διδάγματα. Οἱ δὲ τἀναντία φρονοῦντες, εἰς ἕτερον Εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο, πειρῶνται μεταστρέψαι τὸν λαὸν τοῦ Θεοῦ, προφέροντες νόθα συγγράμματα· ἐκ κοιλίας φωνοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. Εἴωθε γὰρ ἀεὶ τῷ σίτῳ τὰ ζιζάνια παρασπείρεσθαι, καὶ τῇ ἀληθείᾳ τὸ ψεῦδος παρατίθεσθαι. Ἐπεὶ πῶς καὶ φανείη ἀλήθεια μὴ ἀντιλογίαν ἔχουσα; Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, φησὶν ὁ Ἀπόστολος, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω· ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· Εἴ τις εὐαγγελίζεται ὑμᾶς παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
Περὶ δὲ τῆς Θεοτόκου, ἢ οὑτινοσοῦν τῶν ἁγίων, ὅτι εἰκονίζονται, περισσόν μοί ἐστι τὸ γράφειν ὑμῖν. Ἠλίθιον γὰρ ὀντιναοῦν ἄνθρωπον φαίην μὴ χαρακτηρίζεσθαι. Ἀλλ᾽ οἱ Χριστὸν ἀπαναινόμενοι περιγράφεσθαι, ὅς ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, συμπεριελεῖν ἔδοξαν καὶ τὰ μέλη Χριστοῦ μὴ εἰκονίζεσθαι· εἴπερ σῶμα Χριστοῦ ἡμεῖς πάντες, καὶ μέλη ἐκ μέρους. Ἔλεγχος γὰρ αὐτοῖς, μητέρα μὲν Θεοῦ εἰκονίζεσθαι· οὐ μὴν τὸν ἐξ αὐτῆς τεχθέντα, καὶ αὐτῇ ὑπομάζιον ὀφθέντα, καὶ ὅσα τῆς σωματικῆς αὐτοῦ παρουσίας ὑπείκοντα· ἢ πάλιν τοὺς αὐτόπτας καὶ ὑπηρέτας στηλογραφεῖσθαι· τὸν δὲ ὑπηρετηθέντα καὶ συναναστραφέντα μὴ χαρακτηρίζεσθαι. Καὶ Ἰουδαίων χείρους δείκνυνται· ὅτι οὐδὲ Μωσέως, οὐδ᾽ εἴ τινος ἄλλου τῶν προφητῶν εἰκόνα προσίενται· προσιεμένων ἐκείνων τῶν πρὸ τῆς χάριτος, ὡς νομικῶν καὶ οὐ Χριστιανῶν. Οἱ δὲ τοσοῦτον ἀνοηταίνουσιν ὡς καὶ ἑαυτοῖς καὶ Ἰουδαίοις μάχεσθαι· καὶ μήτε Ἰουδαίους εἶναι νομοφύλακας μήτε Χριστιανοὺς, οὐκ εἰδογραφοῦντας τὸν Χριστὸν, ὃν προσήκαντο ἄνθρωπον γεγονότα. Φωνὴ Πέτρου τοῦ ἀποστόλου ἐστὶν ἐν ἱστορίᾳ μαρτυρίου τοῦ ἁγίου Παγκρατίου. « Τέκνον Ἰωσὴφ, ἐξένεγκε τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ· ἵνα εἴδωσιν οἱ λαοὶ ποίαν μορφὴν ἔλαβεν ὁ Υἱὸς τοῦ Θεοῦ· ἵνα ἰδόντες ἐπὶ πλέον πιστεύσωσιν, ὁρῶντες τὸν τύπον τῆς μορφῆς, καὶ ὑπόμνησιν λαμβάνωσι τῶν παρ᾽ ἡμῶν εἰς αὐτοὺς κηρυχθέντων. » Φωνὴ Παύλου ἐστίν· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; Φωνὴ Βασιλείου τοῦ μεγάλου ἐστίν· « Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. » Καὶ αὖθις· « Ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. » Φωνὴ Ἀθανασίου τοῦ πολυάθλου ἐστίν· « Οὐχ ὡς θεοὺς τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοὶ, μὴ γένοιτο, ὥσπερ οἱ Ἕλληνες. Ἀλλὰ τὴν σχέσιν μόνον, καὶ τὸν πόθον τῆς ἡμῶν ἀγάπης πρὸς τὸν χαρακτῆρα τοῦ προσώπου τῆς εἰκόνος ἐμφανίζοντες. » Φωνὴ τοῦ Χρυσοστόμου ἐστίν· « Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν, εὐσεβείας ἕνεκεν πεπληρωμένην. Εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη· εἶδον πατούμενα βαρβάρων φῦλα, καὶ τὸν Δαυῖδ ἀληθεύοντα· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. » Ὅπερ οἱ εἰς Χριστὸν νῦν Εἰκονομαχοῦντες εἴς τε τὴν Θεοτόκον καὶ τοὺς ἁγίους ἐργάζονται, ὦ τοῦ φοβεροῦ ἀκούσματος! τὰς ἁγίας αὐτῶν εἰκόνας ἐξουδενοῦντες. Καὶ ἵνα τὰς τῶν ἄλλων φωνὰς παραδράμω· πολλαὶ γάρ εἰσι. Μίαν προσθεὶς, ἐπ᾽ ἄλλο τρέψοιμι τὸν λόγον. Φωνὴ τῶν τῆς ἕκτης ἁγίας συνόδου θεοφόρων Πατέρων ἐστίν· « Ἐν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ Προδρόμου δεικνύμενος ἐγχαράττεται· ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνὸν, Χριστὸν τὸν Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ Ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. Ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρωματουργίαις ἐν ταῖς ἀπάντων ὄψεσιν ὑπογράφηται· τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα· καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν. Δι᾽ αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες· καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας, τοῦ τε πάθους αὐτοῦ, καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι, καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως. Ταύτας οὖν ἔχοντες, ἀγαπητοὶ, τὰς μαρτυρίας, μετὰ τῆς οἴκοθεν καὶ παρ᾽ αὐτῆς τῆς ἀληθείας ἀναμφιλέκτου ἀποδείξεως, καθὼς προαποδέδεικται, παρακαλῶ, Γρηγορεῖτε· στήκετε ἐν τῇ πίστει· ἀνδρίζεσθε, κραταιοῦσθε, μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, μηδ᾽ αὖ ὑπὸ τῶν ὑποσκελισθέντων καὶ φρεναπατηθέντων ψευδαδέλφων· ἥτις ἐστὶν, αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ἡμῖν δὲ σωτηρίας· καὶ τοῦτο ἀπὸ Θεοῦ, καθὰ γέγραπται· Ὅτι ὑμῖν ἐχαρίσθη ἀπὸ Θεοῦ τὸ ὑπὲρ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ τῷ ἁμαρτωλῷ, καὶ νῦν ἀκούετε. Συμφρονοῦντες, συμψυχοῦντες, συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου· μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι· ἵνα ἀκούων τὰ περὶ ὑμῶν χαίρω ὁ ἁμαρτωλός. Βλέπετε τὸν Σατανᾶν· βλέπετε τὴν παῤῥησίαν· ὁρᾶτε μή τις ἔν τινι παραπικράνοι τὸν Θεόν. Ὁ γὰρ δράκων ὁ μέγας, πολύτεχνός ἐστι καὶ πολύπειρος. Ἔνθεν διὰ πίστεως οὐχ εὑρίσκει ὀλέσαι· ἐκεῖθεν τρέχει διὰ παραπτώματος τὸ αὐτὸ κακὸν ἀπεργάσασθαι ἐν ἡμῖν αὐτοῖς διὰ τοῦ ἀντιστρατευομένου νόμου τῆς ἁμαρτίας τῷ νόμῳ τοῦ νοὸς ἡμῶν. Βρυχᾶται, ἐπιτηρεῖ ὡς λέων ἁρπᾶσαι, γαργαλίζει· πῦρ ἀνάπτει· ἐμπιπρᾶν ὀρέγεται τὸν οἶκον τῆς ψυχῆς. Ἔχομεν ἐκ Θεοῦ τὰ καθαιρετικὰ αὐτοῦ ἀμυντήρια· ὕδωρ κεφαλῆς, πηγὴν δακρύων· δεήσεις· προσευχάς. Ἐπὶ πᾶσιν ὁ θεῖος φόβος σιδηρῶν καὶ καθηλῶν τὰς σάρκας ἡμῶν ἔστω. Μηδαμοῦ φθόνος αὐλιζέσθω· μηδ᾽ αὖ ἔρις· μὴ μὴν κενοδοξία· μήτε τι τῶν ἔργων τοῦ σκότους· ἕως ὅτε ἀκροβολεῖ τὰ πάθη ἐκκρουέσθω· ἵνα μὴ εἰσοικισθέντα καὶ φαρμάξαντα τὴν ψυχὴν δυσαπάλλακτα γένηται. Ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Οὕτως τρέχετε, ἵνα καταλάβητε· ὑπείκετε οἱ ἔσχατοι τοῖς πρώτοις. Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ᾽ εἰρήνης. Ἀγαπᾶτε θεϊκῶς οἱ προηγούμενοι τοὺς ἐπομένους· καὶ μὴ ἐξ αὐθεντείας, ἀλλ᾽ ἐξ ἀρετῆς καὶ ἀγαθότητος ἀπαιτοίητε τὸ ὑποτακτικὸν, καὶ ὑπήκοον. Μὴ χωρίζεσθε ἀπ᾽ ἀλλήλων, ἀμείβοντες πολλοὺς πρώτους, καὶ οὐδαμοῦ χρησιμεύοντες. Μάρκον τὸν εὐαγγελιστὴν οὐχ εἴλετο συμπαραλαβεῖν Παῦλος, ὡς γέγραπται, διὰ τὸ μὴ συνελθεῖν, ἀλλ᾽ οἶκοι ἀναστρέψαι τὸ πρότερον. Πόσῳ μᾶλλον ἡμεῖς ὀφειλέται ἐσμὲν στέργειν; Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοὶ, ἐν τούτῳ μενέτω. Καθαρίζωμεν ἑαυτοὺς, ἀγαπητοὶ, ἀεὶ ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Τὰς παραδόσεις κρατεῖτε, ἃς ἐδιδάχθητε· κατηχεῖτε ἀλλήλους· ὑπόμνησιν λαμβάνετε ἀεὶ τοῦ θανάτου. Εὔχεσθε οὖν, παρακαλῶ, ὑπὲρ πάντων. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε· περιερχόμενοι ἐκ τόπου εἰς τόπον, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐν ἐρημίαις καὶ ὅρεσι πλανώμενοι· ἢ τάχα καὶ ἐν ὀπαῖς τῆς γῆς εἰσδύοντες. Αὐχεῖτε ὅτι διὰ Χριστὸν, ὅτι ὑμῶν οὐκ ἄξιος ὁ κόσμος. Ἐνέγκατε, τεκνία μου, τεκνία, ἐνέγκατε μικρὸν, καὶ ἐλεύσεται Κύριος ὁ στεφανοδότης, ὁ μισθαποδότης· οὗ συγκληρονόμοι γεγενῆσθαι ἐπηγγέλμεθα· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· ἐπὶ πᾶσι προσευχόμενοι καὶ ὑπὲρ ἐμοῦ τοῦ ἀθλίου· ἵνα μου στερεωθῇ ἡ καρδία ἐνεγκεῖν μέχρι θανάτου τὰ ἐπαγόμενα ἡμῖν· ἵνα μή με ἀπώσηται Χριστὸς διὰ τὴν ἀναξιότητά μου· ἵνα ῥυσθῶ ἀπὸ τοῦ πονηροῦ διὰ παντὸς ἐν παντὶ τρόπῳ. Νῦν ζῶ, ἀγαπητοὶ, ἐὰν ὑμεῖς στήκετε ἐν Κυρίῳ. Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἀλλ᾽ οὐχὶ ὑμεῖς καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι; ναὶ, ὑμεῖς γὰρ καὶ παραμύθιον ἀγάπης, καὶ παράκλησίς μου. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη. Πιστὸς ὁ Θεὸς ἡμῶν· ὃς καὶ ποιήσει, ἀδελφοί. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμός μου τοῦ ταπεινοῦ Θεοδώρου πρὸς πάντα τὰ μέλη μου ἀπὸ χειλέων μου καρδίας. Ἀσπάζονται, ὑμᾶς οἱ μετ᾽ ἐμοῦ ἀδελφοί. Ἡ χάρις μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν.