Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 71: To Naucratius, His Son

ΟΑ΄. — Ναυκρατίῳ τέκνῳ.

Ὠψίσθημεν ἐπιστεῖλαί σοι, τέκνον ἠγαπημένον· ἀλλ᾽ ὅτι καὶ ἐνταῦθα διωγμὸς ζέων, πληγαὶ, δεσμὰ, φυλακαί· οὕτω τοῦ κατέχοντος ἡμᾶς πνέοντος θυμοῦ καὶ ἀπειλῆς, καὶ τοὺς ὧδε κἀκεῖσε εὑρισκομένους εὐσεβεῖς συλλαμβάνοντός τε καὶ κολάζοντος. Ὅς γε καὶ ἀπαίρων ἐν ἄστει· αὐτόθι γὰρ νῦν διατρίβει· οὐκ ὥκνησεν εἰπεῖν, ὅτιπερ Ἐξαιτήσομαι τὸν βασιλέα, βασιλικὸν συνεπᾶραι, εἰς τὸ πάντως ἀποκεφαλίσαι, ἢ καὶ γλωσσοκοπῆσαι. Οὐκ οἶδα μὲν εἰ ὁ λόγος εἰς πέρας ἔλθοι. Ἐφ᾽ ᾧ ἡμεῖς μὲν τὰ συντακτήρια ἤδη ἐποιησάμεθα· καὶ ἄλλως στοχαζόμενοι ἔκ τε τῆς κακοηθείας τοῦ ἀνδρὸς, καὶ τῆς συνδρομῆς τῶν αὐτόθι ἐπισκόπων· ἐπείπερ, ὥς φασι, πάρεισιν, ὅτι τοιοῦτόν τι ἀποτελεσθείη. Ὁ δὲ ὑπηρέτης ἔμφοβος καὶ ἔντρομος γενόμενος· ἐπείπερ ἦν καὶ προαπειλούμενος σφόδρα πρὸς αὐτοῦ τοῦ ἀσεβάρχου, εἰ εὐρεθείη κἂν τι μικρὸν ὑπαίτιος, μηκέτι ζῇν· ἔδεισε παντάπασιν ἐπιδοῦναι ἡμῖν χάρτην καὶ μέλαν. Ἐντεῦθεν ἡ βραδυτής. Ἔπειτα προσεγένετο εἰς ἐμπόδιον καὶ ἀκοὴ τοιαύτη· ὅτι τοι αὐτὸς ἐπήρθης τῆς φυλακῆς· ἀλλ᾽ ὅτι καὶ δι᾽ ἀνοσιουργίαν τινὰ ὁ Σάρδης, ποῖος, οὐχ ὡρισμένως, ἐκαρατομήθη. Ἐξ ἀμφοτέρων οὖν ἡ ὑποκράτησις. Ὅμως ὅτι ἠξιώθημεν οἱ ταπεινοὶ καὶ αὖθις ῥῆξαι φωνὴν εἰς τὰ ὦτα σου, γνωρίζοντές σοι ὅτι ἐῤῥώμεθα σώματι, εἴη δὲ εἰπεῖν καὶ πνεύματι, εὐχαῖς ὑμῶν ἁγίαις, σὺν τοῦ μακαρίου μου Πατρός.

Πρὸς ἃ δὲ αὐτὸς ἐσήμανας, τί εἴπω, καὶ τί λαλήσω, ἢ ὅτι κατὰ τὸ χαλεπὸν τῆς αἱρέσεως ἀκόλουθος καὶ ὁ πικρὸς διωγμός; Τί γὰρ βούλει ὁρᾶν, ἐπὰν ὁ Χριστὸς ἤρνηται δι᾽ ὕβρεως τῆς ἁγίας αὐτοῦ εἰκόνος; Οὐχὶ αἵματα κενούμενα, καὶ σάρκας τεμνομένας; οὐ θλίψεις καὶ στενοχωρίας; οὐ δεσμὰ καὶ φυλακὰς, καὶ ἄλλην παντοίαν κάκωσιν; οὐχὶ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ὧν εἷς ὃν εἶπας; Καὶ ἔτι ὄψει, ἀδελφὲ, δεινότερα, ἐπὰν μακροχρονῇ ἡ αἵρεσις. Ἀλλὰ μακάριοι οἱ ὑπομένοντες· ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἤδη οἱ χοροὶ τῶν ὁμολογητῶν, τῶν μαρτύρων, ἀγάλλονται, εὐφραίνονται· οὓς μὲν διὰ θανάτου αἰσίου ὑποδεχόμενοι· οὓς δὲ ἐπαλείφοντες ἀοράτως ταῖς ἐπισκέψεσι. Καὶ τί λέγω μάρτυρας; αὐτὸς Χριστὸς ὁ μαρτυρούμενος, χαίρων τε καὶ συναθλῶν ἐστιν ἑνὶ ἑκάστῳ τῶν ὁμολογούντων. Εἰ μὴ γὰρ οὕτως, οὐκ ἂν ἔφερον οἱ φέροντες τὰ παρόντα γενναίως· οὐκ ἂν καὶ γυναῖκες ἠνδρίζοντο κατὰ τὰς πάλαι ἁγίας· οὐκ ἂν καὶ λαϊκοὶ καὶ συγκλητικοὶ ἀπεδύοντο πρὸς τοὺς ἀγῶνας· οὐκ ἂν καὶ κόραι κατεφρόνουν ὄψεως ἀῤῥένων ἀσεβούντων· οὐκ ἂν ἐδείκνυντο πανταχοῦ δημόσιοι φυλακαὶ, καὶ ἐπληροῦντο ἔρημοι, ὄρη τε καὶ νάπαι καὶ σπήλαια, τῶν διὰ Κύριον πεφυγαδευμένων· οὐκ ἂν ἐκωδωνεῖτο ἡ ὑπ᾽ οὐρανὸν, τέλος εἰπεῖν. Ὥστε πιστεύονται ἐναργῶς ὅτι Χριστὸς δεδίωκται· ὥστε ἐλπιστέον ὁμοῦ καὶ προθυμητέον, ὅτι οἴσειε πᾶς τις ἐν ἀληθείᾳ πιστεύων πᾶν ὁτιοῦν κολαστικὸν μετὰ Χριστοῦ καὶ σὺν Χριστῷ. Τοιαῦτα τὰ ἡμέτερα διηγήματα. Ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. Ἀκουέτω Ἀνατολὴ καὶ Δύσις τὰ ἐν Βυζαντίῳ, καὶ αἰνείτω. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ὧδε ἔνστασις ἀθλητική· ὧδε αἷμα ῥεῖ ἄρδον τὴν Ἐκκλησίαν Χριστοῦ ὑπὲρ τὸν ποτισμὸν τοῦ ἐν Ἐδεμ παραδείσου. Ζῶ ἐγὼ, λέγει Κύριος, ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω· καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. Ἀπόγραφε καὶ σὺ ὅστις ἂν εἴης ζηλῶν τῷ Κυρίῳ, τὰ νεουργὰ, μᾶλλον δὲ θεουργὰ, μαρτύρια· ὡς ἂν εἰδεῖεν οἱ μεταγενέστεροι, ὅτι ὁ Θεὸς ὄντως ἐν ἡμῖν ἐστι· καὶ ζῇ τὸ σπέρμα τῶν δικαίων· καὶ Χριστοφορεῖ τὸ χρυσοῦν γένος τῶν μαρτύρων· οὗ πύλαι ἄδου οὐ κατίσχυσαν, οὔτε κατισχύσειαν· ὡς ἡ ὑπόσχεσις τοῦ ἀψευδοῦς. Σκληρόν σοι, φησὶ, πρὸς κέντρα λακτίζειν, καὶ ἀλλοίως οὐκ ἔστιν. Ἐγὼ μὲν ὁ τάλας ταῦτα προσφωνῶ. Σὺ δὲ, ὦ παῖ ἱερὲ, ἀντιδίδου μοι τὰς εὐχάς. Ἄσπασαι τοὺς συνομολογητάς σου κατ᾽ ὄνομα καὶ συμμαθητάς· καὶ οὐ μόνον τούσδε, ἀλλ᾽ εἰ φθάζεις καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ· τοὺς ἐκλελογισμένους ἀπὸ μυριάδων· τοὺς ἐν κόσμῳ φωστῆρας, τὰ σκεύη τοῦ ἐλέους, τοὺς χρησίμους Θεῷ, τοὺς ἐφετοὺς τῇ Τριάδι· ὧν εὐχαῖς σωθείημεν καὶ ἡμεῖς οἱ ἀνάξιοι. Σὲ σὺν πᾶσι καὶ ὁ σὺν ἐμοὶ ἀσπάζεται.

· Contents ·