Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 72: To Nicholas, His Son

ΟΒ΄. — Νικολάῳ τέκνῳ.

Ἐπειδὴ φιλοπευστεῖς μαθεῖν, ἀδελφὲ Νικόλαε, ἀπὸ ποίων τεσσάρων ὑποθέσεων ἡ περὶ τὴν σεπτὴν εἰκόνα Χριστοῦ ἀλήθεια κρατύνεται· ἱστέον, ἀπὸ φυσικοῦ δόγματος· ἀπὸ ἀρχαίας ἱστορίας· ἀπὸ φωνῶν ἁγίων· ἀπὸ συνοδικῆς ἐκφωνήσεως.

Πῶς ἀπὸ φυσικοῦ δόγματος; Ὅτι αὕτη φύσις σώματος ἁφῇ καὶ χροιᾷ ὑποπίπτει· τὸ δ᾽ ἁφῇ καὶ χροιᾷ ὑποπίπτον, περιγραπτόν· ἤγουν ἐξεικονιζόμενον. Τοιοῦτον δὲ τὸ σῶμα τοῦ Χριστοῦ, καθάπερ καὶ τὸ ἡμέτερον, ἁπτὸν καὶ ὑπόχροιον. Καὶ γοῦν γέγραπται· Καὶ ὅσοι ἂν ἤπτοντο αὐτοῦ, ἐσώζοντο. Καὶ ἑτέρωθι· Καὶ ἐγένετο τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον. Οὐκοῦν ἐγγράφεται κατὰ τὸν τοῦ σώματος χαρακτῆρα· μηδὲν πεπονθὼς εἰς τὸ ἀπερίγραπτον αὐτοῦ τῆς θεότητος· ὅτι μηδὲ ἐγὼ σώματι περιγραφόμενος, ἐξ ἀνάγκης καὶ κατὰ τὴν ἀθέατον ψυχὴν συμπεριγέγραμμαι· οὐδὲ, ἐπειδὴ τὸ μὲν σῶμά μου περιγραπτὸν, ἡ δὲ ψυχὴ ἀπερίγραπτος· ὁ εἷς εἰς δύο τέτμηται. Οὕτω πολλῷ μᾶλλον οὐδὲ Χριστὸς τομὴν ἢ διαίρεσιν ὑφίσταται διὰ τὸ ἐξεικονίζεσθαι αὐτὸν σωματικῷ χαρακτῆρι.

Πῶς ἀπὸ ἀρχαίας ἱστορίας; Ὅτι ἡ ὑπ᾽ οὐρανὸν ἀπ᾽ αὐτῆς ἀναλήψεως Χριστοῦ, τὴν σεπτὴν αὐτοῦ εἰκόνα ἐν τοῖς ἱεροῖς ναοῖς ἐγγεγραμμένην ὑποδείκνυσιν. Οὗ τί ἂν γένοιτο εἰς ἀπόδειξιν ἀληθείας ἐναργέστερον; εἴπερ ἔργον λόγου βεβαιότερον, καὶ ὀφθαλμὸς μάρτυς ἀκοῆς ἀξιοπιστότερος.

Πῶς ἀπὸ φωνῶν ἁγίων; Ὅτι ποῦ μὲν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος λέγει· « Ἐξένεγκον τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐντύπωσον αὐτὴν ἐν τῷ πυργίσκῳ· ἵνα ἴδωσιν οἱ λαοὶ οἵαν μορφὴν ἀνέλαβεν ὁ Υἱὸς τοῦ Θεοῦ· » ποῦ δὲ ὁ μέγας Βασίλειος φάσκει· « Ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός. » Οἷς συνομοφρονοῦσι δηλαδὴ πάντες οἱ ἅγιοι.

Πῶς ἀπὸ συνοδικῆς ἐκφωνήσεως; Ὅτι ἡ μετὰ τὴν ἕκτην οἰκουμενικὴν σύνοδον συναθροισθεῖσα, τάδε φησίν· « Ὁρίζομεν τοίνυν ἀπὸ τοῦ νῦν, ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ, ἀναστηλοῦσθαι τὴν εἰκόνα τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. »

Εἰ δὲ λέγοιεν καὶ οἱ Εἰκονομάχοι ταῖς αὐταῖς τέσσαρσιν ὑποθέσεσι τὸ ἑαυτῶν κρατύνειν δόγμα· δειξάτωσαν οἷον ἐπὶ τοῦ πρώτου κεφαλαίου, ὅπως τοῦτο. Πότερον σῶμα τοιοῦτον λέγουσιν οἷον ὑπέδειξεν ἡ ἀλήθεια, ἢ οὔ; Εἰ μὲν τοιοῦτον, καὶ μὴ βουλόμενοι, συνομολογήσουσιν ἐξεικονίζεσθαι Χριστόν. Εἰ δὲ οὐ τοιοῦτον· λειπόμενόν ἐστι πάντως λέγειν αὐτοὺς ἀναφές τε καὶ ἄχροιον· τούτων γὰρ μέσον οὐδέν· ὡς οὐδὲ ἐνύλου καὶ ἀΰλου, ὁρωμένου τε καὶ ἀοράτου. Τὸ δὲ τοιοῦτον ἀνειληφέναι τὸν Χριστὸν σῶμα λέγειν, Μανιχαίων, δοκήσει καὶ φαντασίᾳ τὴν σωτήριον Χριστοῦ οἰκονομίαν φληναφούντων γεγενῆσθαι. Ἐπὶ τοῦ δευτέρου, κἂν αὐτοὶ σιωπῶσι τὴν ἀλήθειαν, οἱ λίθοι κεκράξονται, τὴν ὑφ᾽ ἡλίῳ τῇ εἰκόνι Χριστοῦ περιαστράπτεσθαι. Ἐπὶ τοῦ τρίτου· οἱ τῷ κορυφαίῳ Πέτρῳ, καὶ τῷ μεγάλῳ Βασιλείῳ ἀντιδιατιθέμενοι, τῆς αὐλῆς Χριστοῦ παντάπασιν ἀλλότριοι. Ἐπὶ τοῦ τετάρτου· ἡ ἐν Βλαχέρναις παρ᾽ αὐτοῖς λεγομένη σύνοδος κατὰ τῆς εἰκόνος Χριστοῦ, πολὺ μεταγενεστέρα τῆς μετὰ τὴν ἕκτην συναθροισθείσης ὑπὲρ τῆς εἰκόνος Χριστοῦ. Καὶ ἡ μὲν ἀποδεδεγμένη παρὰ τοῖς πέντε πατριάρχαις· ἡ δὲ ἀναθεματιζομένη παρὰ τοῖς τέσσαρσιν ὡς Χριστομάχος. Ἔπειτα καὶ ἡ ἐν Νικαίᾳ τὸ δεύτερον, ὡς ὁμόφρων τῇ μετὰ τὴν ἕκτην συνόδῳ, εὐπρόσιτος παρὰ τοῖς πέντε· ἡ δὲ νῦν ἀθροισθεῖσα ἐπὶ βεβαιώσει τῆς ἐν Βλαχέρναις κατὰ τῆς εἰκόνος Χριστοῦ, ἀπόπτυστος ὡς κἀκείνη. Αὕτη τοιγαροῦν σύντομος ἀπόδοσις τῆς ἀληθείας, καὶ ἔλεγχος τῶν ἐναντίων.

· Contents ·