Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 73: To Naucratius, His Son
ΟΓ΄. — Ναυκρατίῳ τέκνῳ.
Τὸ μὲν ἱερὸν γράμμα φησί· Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ ὀδυρμὸς πολύς. Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι. Ἐγὼ δὲ ὁ τάλας μεθαρμόσας τὴν φωνὴν, ἐκεῖνο ἂν εἰκότως φράσαιμι· Χαρᾶς εὐαγγέλια ἠκούσθη ἡμῖν παρὰ τῆς τιμιότητός σου· ἐφ᾽ ᾧ σκιρτᾶν ἔστιν, οὐ τὴν πόλιν τήνδε, ἢ τήνδε· ἀλλὰ σχεδὸν εἰπεῖν ἅπασαν τὴν ὑπ᾽ οὐρανόν· ὅτι καθεῖλε Κύριος, οὐ τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων· οὐδὲ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, βασιλεῖς μικροὺς, καὶ μικρὸν μέρος τῆς οἰκουμένης ἐκθλίβοντας· ἀλλὰ τὸν νεοφανῆ καὶ μέγαν δράκοντα, καὶ πολλὴν οἰκουμένην ληΐζοντα· τὸν σκολιὸν ὄφιν καὶ συρίζοντα βλάσφημα· τὸ βδέλυγμα τῆς ἐρημώσεως· τὸ σκεῦος τῆς ὀργῆς· τὸν υἱὸν τοῦ Ταβεήλ· ἵνα μὴ λέγω Καβαλλίνου· τὸν ἀπόγονον τοῦ Ἀχαάβ· τὸ ἐξεμπλάριον Ἰουλιανοῦ· Ε πλήρωμα τοῦ πονηροῦ· τὸν ὑβριστὴν Χριστοῦ· τὸν ἐχθρὸν τῆς Θεοτόκου· τὸν ἀντίπαλον τῶν ἁπάντων ἁγίων. Ὧν γὰρ τοὺς σεπτοὺς χαρακτῆρας ἐδίωξέ τε καὶ ἠφάνισε, δηλονότι τούτων ὁλοτελῶς ἐχθρὸς καὶ διώκτης ἐχρημάτισεν. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· ῥανάτωσαν τὰ ὄρη γλυκασμὸν, καὶ οἱ βουνοὶ δικαιοσύνην. Πέπτωκεν ὁ ἐχθρός· συνετρίβη ὁ κόπτων ἡμᾶς. Ἐνεφράγη στόμα λαλοῦν ἄδικα· ἐπεσχέθη χεὶρ Ἀβεσσαλώμ· οἴχεται ὁ σκληροκάρδιος Φαραώ· καὶ οὔπω μοι καιρὸς καὶ τόπος ἐκφράσαι τὰ ἀκοῆς ἄξια τοῦ παγκακίστου δράκοντος.
Ἐκεῖνο δὲ προσθείην τοῖς εἰρημένοις· ὅτι ἐχρῆν τὸν ἀποστάτην τοιούτῳ τρόπῳ καθὰ γέγραφας, ἀπορρῆξαι τὴν ζωήν. Ἔδει ἐν νυκτὶ τὸν τοῦ σκότους υἱὸν ἐπικαταλαβεῖν θάνατον· ἔδει τὸν τοὺς θείους ναοὺς ἐρημώσαντα, ἐν ναῷ Κυρίου ἰδεῖν τὰ κατ᾽ αὐτοῦ ξίφη γυμνούμενα· ἔδει προσφυγόντα τῷ θείῳ θυσιαστηρίῳ μὴ σωθῆναι τὸν τοῦτο ἀφανίσαντα· κατὰ τῆς εἰς τὰ ἅγια ἐκταθείσης χειρὸς τομὴν ἐπαχθῆναι· κατὰ τοῦ λάρυγγος τοῦ ἐρευξαμένου ἄθεα, μάχαιραν διελάσαι· κατὰ τοῦ ὥμου τοῦ παλλομένου ἐφ᾽ ὕβρει Χριστοῦ, καιρίαν πληγὴν ὑποδῦναι· ὑπὲρ ἐκχύσεως αἱμάτων δικαίων αἷμα ἄδικον χεθῆναι· ἀντὶ κοπῆς καὶ ξεσμῶν μελῶν καὶ νώτων, μέλη κοπῆναι θεοστυγῆ· ἀντὶ θανάτου ὁσίου, ἀνόσιον θάνατον ἀποδειχθῆναι, καὶ ἀντὶ πορφυρίδος ῥάκος ἐνδύσασθαι τὸ ἄτιμον σπέρμα. Καὶ οὐκ ἐπιχαιρόμενος τῷ πτώματι τοῦ ἀσεβοῦς, ἐπεὶ καὶ στένων καὶ κλαίων, κωμῳδῶ τὸν τρόπον τοῦ θανάτου· ἀλλ᾽ ὅτι κακὸς κακῶς ἀπολεῖται, ὡς ἡ τοῦ ἀψευδοῦς ἀπόφασις· καὶ πᾶς νεανιευόμενος κατὰ Θεοῦ ἐφάμιλλα ὧν ἔδρασεν ἀπολήψεται κἀνταῦθα. Οὔπω γὰρ λέγω τὸ μέλλον καὶ τελευταῖον πῦρ, ᾧ δοκιμασθήσεται πᾶς ἀσεβὴς καὶ παράνομος. Τί οὖν πρὸς ταῦτα; Νέου Ἰωσίου χρεία· εἰ δὲ βούλει, Ἰοβιανοῦ τινος, ἢ ἄλλου τῶν τοιούτων· ὃς ζηλῶν τῷ Κυρίῳ, σπεύσειεν ἀνορθῶσαι τὰ κατεῤῥαγμένα, συνάψαι τὰ διεστῶτα, ἀποδοῦναι Θεῷ τὰ τοῦ Θεοῦ, τὸ δὴ λεγόμενον, ἀναστῆσαι τὴν εἰκόνα Χριστοῦ, τῆς τε Θεοτόκου, καὶ ἑκάστου τῶν ἁγίων· οὐχ ὅτι πέπτωκέ ποτε ἡ Χριστοῦ εἰκὼν, ἅπαγε· ἀλλ᾽ ἵνα οἱ πεσόντες ἡμεῖς, τῇ ἀσεβείᾳ, ἀνασταθείημεν. Τοιοῦτον ἐπευχόμεθα οἱ ἁμαρτωλοὶ καὶ φανῆναι καὶ ἔσεσθαι τὸν εὐσεβέστατον βασιλέα καὶ θεοπρόβλητον. Καὶ εἰ μὲν οὕτως, ἄριστον καὶ εἰς αἰῶνας ὑμνούμενον. Εἰ δὲ κατὰ τὰς ἁμαρτίας μου, οὐχ οὕτως, ἀλλά γε ἡμεῖς οὕτως ἐν τῇ ὁμολογίᾳ Χριστοῦ, μὴ ὀλιγωροῦντες τῆς ἁγίας αὐτοῦ φυλακῆς· μηδέ τι ὑποπτήσσοντες· μηδὲ φοβούμενοι ἄλλο τι πρὸ Θεοῦ· ὡς αὐτὸς Θεὸς ἐγγυᾶται. Ταῦτα ὑπόδειξον τοῖς συνομολογηταῖς σου· οὓς καὶ παρ᾽ ἡμῶν προσαγόρευσον· ἐπεὶ καὶ φίλους καὶ εὐσεβεῖς οὓς δοκιμάζοις. Ἀξιωθείημεν καὶ ἐπὶ τῆς κατ᾽ ὀφθαλμοὺς ὁμιλίας ἐλθεῖν. Εἰ δὲ οὐ θελητὸν Θεῷ, χρῶ, ἀδελφέ μου, τῷ γράμματι· θεωρῶν ἐντεῦθεν καὶ θεωρούμενος. Ὁ ἀδελφός σου Νικόλαος θερμῶς προσαγορεύει.