Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 74: To the Emperor Michael
ΟΔ΄. — Μιχαὴλ αὐτοκράτορι βασιλεῖ.
Δίκαιόν ἐστιν ὅτι μάλιστα ἐν τῷ παρόντι καιρῷ ἐκ στόματος ἀπάντων τῶν δεδιωγμένων καταρτίζεσθαι αἶνον, προηγουμένως μὲν Χριστῷ τῷ παμβασιλεῖ, ἔπειτα τῷ ὑμετέρῳ θεοπροβλήτῳ κράτει, δι᾽ οὗ ἐσχήκαμεν τὴν ἀπολύτρωσιν οἱ πεπεδημένοι, τὴν ἄφεσιν οἱ πεφυλακισμένοι, τὴν παράκλησιν οἱ τετρυχωμένοι, τὴν ὑγίειαν οἱ τετραυματισμένοι, τὴν παρρησίαν οἱ κατακεκριμένοι, τὴν ὑποστροφὴν οἱ πεφυγαδευμένοι. Καὶ γε νομίζω καλῶς ὑπολαμβάνειν, ὡς ὑποτύπωσιν Χριστοῦ τὸ τῆς ὑμετέρας βασιλείας πάθος προϋπάρξαι· ὡς ἂν τῷ ὁμοίῳ τὸ ὅμοιον δράσασα, εἴποι νῦν καὶ αὐτὴ σὺν Χριστῷ καὶ μετὰ Χριστοῦ, τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύπτεσθε. Καὶ, Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἤγειρε κέρας σωτηρίας ἡμῖν, τὸν νέον Δαυῖδ, τὸν δεύτερον Ἰωσίαν, τὸν τῆς εἰρηναρχίας βασιλέα· ὃς ποιῶν ποιήσει τὰ ἀρεστὰ Θεῷ· ὅς τὰ πεπτωκότα ἀναστήσειε· τὰ διατμηθέντα συνάψειε· μοτώσει καὶ ὑγιάσει· καὶ τῇ τρίτῃ ἡμέρᾳ, προφητικῶς εἰπεῖν, ἀναστήσειεν. Ἐπειδὴ δὲ, βασιλεῦ Χριστομίμητε, οἱ φθάσαντες ἐν τῇ αἱρέσει τελευτῆσαι ἐν μερίδι ἀπωλείας ᾤχοντο, Χριστὸν ἠρνημένοι τῇ τῆς εἰκόνος αὐτοῦ ἀρνήσει, κἂν Χριστιανοὶ ὀνομάζωνται. Τὸ γάρ τοι πιστεύειν εἰς Χριστὸν οὐδὲν ἕτερόν ἐστιν, ἢ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἄνθρωπος γεγονὼς τέλειος, ἐξεικονίζεται καθ᾽ ὁμοίωσιν ἡμῶν· ἵνα μὴ ἄλλο τι εἴη παρ᾽ ἡμᾶς· μένων ὁ αὐτὸς ἀπερίγραπτος σὺν Πατρί τε καὶ Πνεύματι, καθό ἐστι Θεὸς ἀληθινός. Οὕτως οὖν νοοῖτο μεσίτης Θεοῦ καὶ ἀνθρώπων· ὡς ἀμφοτέρων ἀμφότερα ἔχων, καὶ ἐν ἑκατέρῳ οὐδ᾽ ὁτιοῦν λειπόμενος· καθὼς ἅπας ὁ τῶν θεοφόρων χορὸς βοᾷ. Καὶ ὥσπερ ἐπὶ τοῦ ὑμετέρου κράτους ἡ παραδοχὴ τῆς τυπουμένης εἰκόνος, ὁμολογία ἐστὶ τοῦ βασιλεύειν ὑμᾶς, καθάπερ καὶ τὸ ἔμπαλιν· οὕτω καὶ ἐπὶ Χριστοῦ τοῦ βασιλέως πάσης τῆς γῆς, τὸ αὐτὸ ἔστι λαβεῖν, καὶ πολλῷ μᾶλλον, ὅτι τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἰ οὖν ἐν τῇ ἀρνήσει τῆς εἰκόνος Χριστοῦ, αὐτὸν ἠρνῆσθαι Χριστὸν ἀποδέδεικται πάσῃ ἀληθείᾳ· δηλονότι καὶ ἐν τῇ ἀθετήσει τῆς προσκυνήσεως αὐτῆς, αὐτὸς Χριστὸς ἠθέτηται προσκυνεῖσθαι. Καὶ διὰ τοῦτο ἡ ὑπ᾽ οὐρανὸν ἀπ᾽ αὐτοῦ τοῦ ἀποστολικοῦ κηρύγματος· ὡς μαρτυρεῖ καὶ ἡ ὄψις δι᾽ ἱστορίας, καὶ ἡ ἀκοὴ διὰ λογογραφίας· τὴν ἁγίαν εἰκόνα Χριστοῦ, τῆς Θεοτόκου, τῶν ἀγγέλων· ἐπειδὴ σωματογραφοῦνται καὶ οὗτοι θεοκελεύστως, καίπερ ὄντες ἀσώματοι, τῶν κατὰ καιρὸν ἁγίων, ἔν τε τοῖς θείοις ναοῖς, καὶ ἱεροῖς σκεύεσι φέρουσά ἐστι καὶ προσκυνοῦσα. Κἂν ἄρτι ἡ καθ᾽ ἡμᾶς Ἐκκλησία διαῤῥαγεῖσα τῶν τεσσάρων πατριαρχῶν, ἠνόμησε διακενῆς. Ἀλλὰ νῦν καιρὸς εὐπρόσδεκτος, δέσποτα φιλοχριστότατε· νῦν ἡμέρα σωτηρίας, καταλλαγῆναι ἡμᾶς Χριστῷ, τῇ μεσιτείᾳ καὶ εὐδοκίᾳ τῆς εἰρηνάρχου σου βασιλείας· ἑνωθῆναι ἡμᾶς τῇ κορυφῇ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ Ῥώμῃ· καὶ δι᾽ αὐτῆς τοῖς τρισὶ πατριάρχαις· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ Υἱῷ καὶ Πνεύματι ἁγίῳ· μεγαλύνοντες καὶ τὴν ὑμετέραν εὐσεβεστάτην καὶ πολύευκτον βασιλείαν.