Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 75: To Stephen the Asekretis
ΟΕ΄. — Στεφάνῳ Ἀσηκρῆτις.
Σὺ μὲν, ὦ φιλότης, προσηγόρευσας ἡμᾶς πάλαι διὰ φωνῆς τοῦ φρουροῦντος ἡμᾶς· οὖ ῥυσθείημεν ἀμφότεροι τῆς μανίας. Ἐπείπερ ἐστὶν ὑπερβαλλόντως πνέων ἀπειλῆς καὶ θυμοῦ εἰς τοὺς εὐσεβεῖς· δεσμῶν τε καὶ φρουρῶν, αἰκίζων τε καὶ πορθῶν τὰς ἐκκλησίας τοῦ Θεοῦ σὺν πάσῃ βλασφημίᾳ καὶ παροινίᾳ· ὡς οὐκ οἶδ᾽ εἴ τις ἄλλος τῶν ἐν ἀσεβείᾳ κατεγνωσμένων. Ἐγὼ δέ σου ἐπαινῶ τὸ φιλόσοφον· καὶ μάλα εἰκότως. Φιλόσοφον γὰρ τὸ ῥῆξαί σε φωνὴν ἐπὶ τοῦ κράτους ἣν οἶδας· τά τε λοιπά σου λαλήματά τε καὶ σπουδάσματα ὑπὲρ ἀνακλήσεως τῆς πεπτωκυίας καθ᾽ ἡμᾶς Ἐκκλησίας. Καὶ ὄντως ἔδει τὸν σοφὸν ἄνδρα, καὶ διεγνωσμένον ἐν εὐσεβείᾳ, τοῦτο δρᾶν· πρός τε τὸ οἰκεῖον συμφέρον, καὶ τοῦ ὅλου σώματος Χριστοῦ· ὃ διέτεμεν ὁ δράκων ὁ μέγας, ὁ ἀποστάτης, ὁ σκολιὸς ὄφις, τὸ προεισόδιον τοῦ Ἀντιχρίστου, ἡ μιαρὰ καὶ βλάσφημος γλῶσσα, ὁ ὑπεραιρόμενος ἐπὶ πάντα ναὸν Θεοῦ, ὁ νοῦς ὁ Ἀσσύριος, τὸ βαρβαρικὸν ἔκτρωμα, ἡ Ῥαψακοειδὴς χεὶρ, ἡ θεοκατάρατος καρδία, ὁ ὁλόσωμος τοῦ Σατανᾶ ὑπηρέτης· καὶ οὐκ οἶδ᾽ ὅ τι φράσω ἐπάξιον τοῦ ἀλιτηρίου κωμώδημα· διὰ τὴν πολυώνυμον τοῦ ἐξαγίστου ἀσέβειαν. Πλὴν ἄλλου χρόνου τὸ ταῦτα διαστείχειν. Νῦν δέ μοι τοῦτο λέξον, ὦ τριπόθητε, πῶς τοῦ χειμῶνος παρελθόντος οὐ τέλεον ἔαρ, ἀλλ᾽ ἢ μόνον καλλιωρία τις, καὶ ἀπαυγασμὸς εὐπλοήσεως. Τὸ πῦρ ἔσβεσται· τί ἔτι καπνῶδες ὑπολέλειπται; Κινήθητι ἔτι, πόθημα ἐμόν· διαγώνισαι μᾶλλον, μέλος Χριστοῦ. Οὐχ ὁρᾶτε τὸν ἀσεβοκαύστην, οἷον πέπτωκεν, ἐξαίσιον, καὶ λαλούμενον, καὶ ἀκουόμενον; Ἐὰν ὁ τοῦδε ὄλεθρος οὐ σωφρονίσῃ ἡμᾶς, φησὶν ὁ Χρυσοῤῥήμων, τίς λοιπὸν ἐλεήσει ἡμᾶς; Οὐκ ἀνανήψομεν; οὐκ ἐννοήσομεν ὅτι εἰ μὴ Χριστὸς ἤρνητο ἀθετουμένης αὐτοῦ τῆς ἁγίας εἰκόνος, οὐκ ἂν τὸν ταύτης ὑβριστὴν οὕτως ὠλεθρίωσεν; Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, τί γέγονεν ἐν Γραικοῖς. Πρὸ τοῦ Ἀντιχρίστου Ἀντίχριστος· ἤρθη ἀφ᾽ ἡμῶν τὸ σημεῖον τῆς βασιλείας τοῦ Χριστοῦ.
Εἰ γὰρ μὴ τοῦτο, ὅπερ ἐστὶ τὸ ἴνδαλμα τοῦ σωματικοῦ αὐτοῦ χαρακτῆρος· ἐμφανίζοιτο ἐν ἡμῖν καρηφοροῦν τὸν τύπον τοῦ σταυροῦ· ἀλλὰ τὸ μὲν ἐκρίπτοιτο, τὸ δὲ προσείληπται· μεμέρισται Χριστός· ἢ μᾶλλον ὁ βασιλεὺς ἀπέπτυσται ὁ κτείνας τὸν διάβολον· τὸ δόρυ δὲ δι᾽ οὗ τὸν ἐχθρὸν ἔσφαξε, τὸ τούτου κράτος ἀνεδήσατο διάδημα ἐπ᾽ ἴσῃ νίκῃ τοῦ σφαγέντος ὑποτάξαν, ὡς ἐχθρὸν, τὸν κατασφάξαντα. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Τίς ἡ ἔκστασις αὕτη ἣν ἐξέστη ὁ λαὸς τοῦ Θεοῦ; Ἄκουε, Ἀνατολὴ καὶ Δύσις, ὅπως ἐξετυφλώθη ἡ Βυζαντίς· ὅπως κεκώφωται, φωνῆς ὑμῶν ἐλεγκτικῆς οὐκ ἀκούσασα· ὑποδεικτικῆς ὑμῶν μαρτυρίας οὐκ ἐμβλέπουσα· ἀλλ᾽ Ἰαννοῦ καὶ Ἰαμβροῦ τῶν ἀντιστατῶν Χριστοῦ, τῆς ὀλεθρίου δυάδος, ἣν εὖ οἶδ᾽ ὅτι ἡ Τριὰς ἐν τάχει καταλύσειεν· ὡς ἂν σὺν τοῖς προολεσθεῖσι δυσὶν ἀσεβέσιν ἀπαχθεῖεν καὶ αὕτη ἡ δυὰς, τὸ τετρακέφαλον τοῦ διαβόλου ἅρμα. Δεῦρο δὴ, δεῦρο, ἀδελφέ· καταβαλοῦ ἔτι ἀγῶνας· Κύριος κελεύει. Λάλησον ἀγαθὰ εἰς τὰς τιμίας ἀκοὰς τοῦ εὐσεβοῦς βασιλέως ἡμῶν. Μιμησάσθω Ἰωσίαν τὸν ἀοίδιμον. Γίνοιτο νέος Δαυῖδ, εἴτε ὡς Σαοὺλ, εἴτε ὡς Ἀμὼν, τὰ τοῦ ἐξαγίστου Λέοντος καταπτύων· κἀντεῦθεν Θεὸν ἐξευμενιζόμενος, καὶ τῷ τῆς εἰρηναρχίας στέφει τὸ τῆς βασιλείας αὐτοῦ κράτος ἀνίκητον περιποιούμενος.