Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 76: To Stephen the Magister

ΟϚ΄. — Στεφάνῳ μαγίστρῳ.

Οἶδα, δέσποτα, ταῖς ὑπεροχαῖς ὑποστέλλεσθαι, καὶ μάλιστα τῇ σῇ ἀνυπερβλήτῳ. Ἀλλ᾽ ὅμως τὸ εὐπρόσιτόν σου καὶ μέτριον τοῦ φρονήματος, ἔδωκεν ἡμῖν παῤῥησίαν, καὶ πάλαι ποτὲ ἐπιστεῖλαι, καὶ ἄρτι τὸ αὐτὸ ποιῆσαι, καλοῦντος τοῦ χρόνου καὶ ἀφεμένων ἡμῶν τῶν ἁμαρτωλῶν τῆς διὰ Κύριον φυλακῆς, κατὰ τὴν τοῦ διώκοντος παῦλαν· ἥτις ἀκουσθεῖσα ἤχησε παντὸς ἀνθρώπου ἀμφότερα τὰ ὦτα· οὐχ ὅτι ἁπλῶς ἤρθη· ἀλλ᾽ ὅτι τοιουτοτρόπως. Αὕτη μὲν οὖν ἡ πρόφασις τῆς ἐπιστολῆς. Ἐγὼ δὲ πρὸ τῆς ὁρμηθείσης μοι ὑποθέσεως εἰς τὸ γράψαι, ἐκεῖνο ὑποδηλῶ· ὅτι οὐκ ἀστενάκτως καὶ ἀπαθῶς ἤνεγκα τὴν ἀκοὴν τοῦ θανάτου τῆς ἀγαθῆς καὶ ἀειμνήστου ὁμοζύγου σου· ἐνθυμούμενος ἡλίκην πληγὴν ἔλαβεν ἡ τιμία σου ψυχὴ τῇ διαζεύξει· ἐπεὶ ἦν μακαρία τῶν ὄντως ἐπαινετῶν γυναικῶν· ὅσον ἀπὸ τῆς ἔξω ἀκοῆς, ἧς πεῖραν κἀγὼ μικρὰν ὁ ταπεινὸς, πλέον δὲ μᾶλλον ὁ μακάριός μου πατὴρ εἴληφε· τὰ δὲ πάντα κατὰ πάντα αὐτὸς εἶ, κύριέ μου, εἰδώς. Ἐκείνης μὲν εἴη τὸ μνημόσυνον μετὰ δικαίων. Τεκμαίρομαι γὰρ ὅτι καὶ ὀρθόφρων ἦν λίαν μετὰ τῆς ἄλλης ἀρετῆς.

Οὗ δὲ χάριν τὸ γράμμα, πρόδηλον τῇ μεγαλοφυεῖ σου ἐξουσίᾳ. Ἐπιζητεῖ σε ὁ χορὸς τῶν δεδιωγμένων· ἐπικαλεῖταί σε ὁ λόγος τῆς ἀληθείας· ὁ μὲν ὡς φιλευσεβῆ καὶ φιλομόναχον· ὁ δὲ ὡς ἐραστὴν αὐτῆς εὐπαῤῥησίαστον. Οὐχ ὅτι οὐκ ἐκινήθης ἕως τοῦ νῦν προμαχῶν ἀμφοτέρων· ἐπείπερ ἠκούσαμεν οἷα θεοκινήτως καὶ πέπραχας καὶ λέλεχας· ἀλλ᾽ ὅπως καὶ πρὸς τὸ ἑξῆς. Ὁρᾶς, δέσποτά μου, οἷον τὸ κακὸν τῆς αἱρέσεως; Οὐδὲ γὰρ εἰ μὴ τηλικοῦτον, τοσοῦτοι οἱ πάσχοντες, καὶ τοσαῦτα τὰ αἰκίσματα καὶ θλιπτήρια, ἃ μέχρις ἐσχάτων τῆς οἰκουμένης διέδραμε. Βλέπεις καὶ τὸν τοῦ διώξαντος θάνατον. Παρακλήθητι, ὁ εὐπαράκλητος. Συγκινήθητι, ὁ θεοκίνητος. Ὅρεξον χεῖρα χαμαὶ κειμένῃ τῇ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ ὅσον ἐνδέχεται· ἐφ᾽ ὅσον ἰσχὺς λάλησον εἰς τὰ ὦτα τοῦ εὐσεβοῦς ἡμῶν βασιλέως ἔτι ἀγαθά. Ὑπὲρ Χριστοῦ σοι τὸ ἀγώνισμα, ὑπὲρ τῆς Θεοτόκου, ὑπὲρ πάντων τῶν ἁγίων. Οὐδὲ γὰρ εἴ τις τῆς τοῦ βασιλέως εἰκόνος ἀντεχόμενος λέγει τι ἢ πράσσει, ἄλλῳ τινὶ ἢ τῷ βασιλεῖ χαρίζεται τὸν λόγον. Καὶ περὶ ἑνὸς ἁγίου εἰ ἦν τὸ λεγόμενον· μέγιστόν σοι τὸ ἄθλον. Ὅπου δὲ Χριστὸν, καὶ ὑπὲρ Χριστοῦ ἡ διάπραξις· ἆρα οὐχὶ χαρά σοι, δόξα τε καὶ ἀγαλλίασις, σὺν πολλῇ προθυμίᾳ ὅλον σεαυτὸν ἐπιδοῦναι; Ναὶ, κύριέ μου ἀειπόθητε, ἐκδυσωπῶ κἀγὼ ὁ τάλας. Καὶ ἄλλως ὅτι ἡμῖν αὐτοῖς εὐεργετοῦμεν τοῦ κοινοῦ φροντίζοντες· ἐπείπερ συννοσοῦμεν· κἂν οὐ φρονήματι στρεβλῷ, ὅμως δ᾽ οὖν χραινόμενοι τῇ αἱρετικῇ κοινωνίᾳ. Αὕτη ἐστὶν ἡ ταπεινὴ ἡμῶν ἐξαίτησις, τοῦτο τὸ ὑπόμνημα· καὶ ὅτι καὶ ὑπὲρ λόγου ἁπλῶς ἀγαθοῦ οὐκ εὐκαταφρόνητοι μισθοί σοι ἀπόκεινται· μὴ ὅτι γε τοσούτῳ μόχθῳ ἑαυτὸν ἐπιδώσαντι, καθὰ ἠκούσαμεν. Σώζοι σε ἡ κραταιὰ χεὶρ τοῦ Θεοῦ, τὸν ὡς ἀληθῶς ἀξιάγαστον, καὶ τῆς συγκλήτου πρωτόβαθρον.

· Contents ·