Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 77: To the Holy Confessors, Fathers and Brethren
ΟΖ΄. — Τοῖς ἁγίοις ὁμολογηταῖς Πατράσι καὶ ἀδελφοῖς.
Νῦν καιρὸς ἐκβοῆσαι μετὰ τοῦ Δαυῖδ, καὶ εἰπεῖν· Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἄσατε αὐτῷ, καὶ ψάλατε αὐτῷ· ὅτι ἐπακήκοε Κύριος, σὺν ἅπασι τοῖς ἰσοκλεέσιν, ὑμῶν τῆς ἐκτενοῦς ἱκετηρίας. Καὶ τί γέγονεν; Ὤλετο ὁ ἀσεβὴς, συνετρίβη ὁ κόπτων ἡμᾶς. Νενικήκατε τὸν τῆς πονηρίας υἱόν· κατεβάλετε τὸ θηρίον τῆς ὀργῆς, τὸν σκολιόγνωμον νοῦν. Ὦ, ὦ τριπόθητοι· οἷα τὰ αἵματα ὑμῶν δυνατά! Τάδε ἔῤῥαξαν τὸν ἀλάστορα κολαστήν· ταῦτα ἐκένωσαν τὸ ἐναγὲς αἷμα τοῦ φονευτοῦ· εἴπερ ὑπακούειν ὁ ἀψευδὴς ἐπηγγείλατο τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, καθά φησι τὰ Λόγια. Μάθε, Χρίστυβρι, ὅσον ἴσχυσεν ἡ βοὴ ᾧ κατέξανας τὰς σάρκας. Ἴσθι, μυσάρχα, ἡλίκον σοι τὸ κατὰ Χριστοῦ ἀποτέλεσμα· ἐπειδὴ πρὸς κέντρα λακτίζων ἦς, ἐλάκησας πρηνής· ἐξεχύθη σου, εἰ καὶ οὐ τὰ σπλάγχνα, ἀλλὰ τὸ ἐναγὲς αἷμα, ἐντομαῖς τρισὶν, ὡς τῇ Τριάδι προσκρούσαντος, διὰ τῆς ὕβρεως τῆς ἁγίας εἰκόνος Χριστοῦ. Ἄπιθι μετὰ τοῦ Ἰούδα, Ἰουδαίοφρον. Σύντυχε τῷ πατρί σου Οὐραλυφίῳ Καβαλλωνύμῳ. Πίε τοῦτο πρῶτον, ὥς φησιν ὁ προφήτης, καὶ τὸ ὁριμύτερον ἐπ᾽ ἐσχάτων.
Ὦ τῆς ἐκείνου Χριστομανίας, καὶ τῆς ὑμετέρας ὁμολογίας! Ὑμεῖς ἄνδρες Χριστοφόροι, θρέμματα εὐσεβείας, μυρίσματα ἀθανασίας, στηλιτεύματα τοῦ ἐχθροῦ. Ὑμεῖς νεῦρα τῆς Ἐκκλησίας, ἐδραίωμα πίστεως, κλέος τῇ ὑφ᾽ ἡλίῳ. Ὑμῶν τὸ μνημόσυνον αἴσιον, ὃ καὶ ὁ μέλλων ὑποδέξοιτο χρόνος. Ὑμῶν τὸ στεφάνωμα οὐράνιον, τοῖς ἀσματικοῖς ἄνθεσιν ἀξιοχρέως συμπλεκόμενον. Τί τὸ λοιπόν; αἰνετέον Θεὸν, εὐχαριστέον τῷ εὐσεβεῖ βασιλεῖ, ὅτι τῶν φυλακῶν καὶ ὀδυνῶν εἴασε τέως· καὶ ἐλπιστέον ὅτι ὁ δοὺς Θεὸς τὴν ἀπαρχὴν δεξιὰν, συναποίσει τῇ ἀρχῇ καὶ τὸ τέλος· τῆς εἰρηνοχύτου ὀρθοδοξίας ἐξανατεῖλαι τὸ κέρας. Μόνον παρακαλῶ μνημονεύειν μου ἐν προσευχαῖς θερμότερον, καὶ προσέχειν ἑαυτοῖς πάντοτε. Ὅτι ἕως ἂν ἐμπνέωμεν, ὁ πειράζων πάρεστιν. Ὁ ἀδελφὸς ὑμῶν Νικόλαος ἀσπάζεται κατὰ τὸ σύνηθες.