Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 78: To Abbot Nicetas
ΟΗ΄. — Νικήτᾳ ἡγουμένῳ.
Ἐπέστειλεν, ὡς ἔμαθον, ἡ ἁγιωσύνη σου πρὸς τὴν ταπείνωσίν μου· ἀλλ᾽ οὐκ ἐδεξάμην διά τινα περιπέτειαν. Ἐγὼ δὲ ὡς δεξάμενος, χαράσσω σοι τόδε τὸ εὐτελές μου γραμμάτιον· προσηγορίαν κομίζον καὶ τὸ, Χαῖρε, φθεγγόμενον. Διὰ τί; ὅτι συνετρίβη, μᾶλλον δὲ κατεκόπη ὁ κόπτων ἡμᾶς· ὅτι δέδειχε Κύριος ἐν ὀφθαλμοῖς ἁπάντων, ἀρνητὴν αὐτοῦ εἶναι τὸν τῆς ἁγίας αὐτοῦ εἰκόνος ἀθετητήν. Ὡς γὰρ οὐ χωρίζεται ἀκτὶς ἀπὸ ἡλίου· οὕτως οὐδὲ εἰκὼν τοῦ πρωτοτύπου, ἢ μόνον κατὰ τὸ τῆς οὐσίας διάφορον. Ἐπὶ τῶν τεχνητῶν δὴ λέγω. Ἀλλ᾽ ὅμως καὶ οὕτως ἀστραψάσης τῆς ἀληθείας, οὐκ ἔστιν ἄθρησις, οὐδαμοῦ ἀνάνηψις. Καὶ τίς οὐ στενάξοι; καὶ τίς οὐκ ἀποκλαύσοιτο; οὐ τοὺς ἀθλοφοροῦντας· μήτιγέ τις τοῦτο ὑπολάβοι· πῶς γὰρ οἱ θεομακάριστοι ἐπικλαύσιμοι; ἀλλὰ τοὺς ἀβλεπτοῦντας καὶ τῷ αὐτῷ ζόφῳ τῆς ἀσεβείας ἐπερειδομένους. Ἐγὼ μὲν οὖν ὁ τάλας οὕτω καὶ διανοοῦμαι, οὕτω καὶ ἀποκλαίομαι. Σὺ δὲ, ὦ ἱερὰ κεφαλὴ, καὶ τῆς ἐμῆς οὐθενότητος φίλη, μὴ ἀπολήξειας προσευχομένη καταλλαγὴν φθάσαι ἄνωθεν τῷ λαῷ τοῦ Θεοῦ. Ἔπειτα τοῦ καὶ ἡμᾶς διασώζεσθαι τοὺς ἀναξίους, κατόπιν ὑμῶν τῶν ἁγίων ἰόντας. Ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει. Τοὺς μετὰ τῆς ἁγιωσύνης σου ἀδελφούς μου ἀσπάζομαι· καίγε μάλιστα τὸν ἱερὸν Ἀρσένιον.