Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 79: To the Most Holy Patriarch Nicephorus

ΟΘ΄. — Νικηφόρῳ τῷ ἁγιωτάτῳ πατριάρχῃ.

Ἐπέστειλα πάλαι ὁ τάλας, οὐ πρὸς ἀντίδοσιν γραμμάτων ἀποσκοπῶν· ὅτι μηδὲ δούλοις παρὰ δεσποτῶν ὀφειλή· ἀλλὰ τὴν ἐμαυτοῦ διάθεσιν γλιχόμενος ὑπεκφάναι· οὕτω τοῦ πόθου καὶ τοῦ καιροῦ βιαζομένων, οὐκ ἀπεικότως. Αὐτὸς δὲ, ὦ θεία καὶ κορυφαία τῶν ἱερῶν κεφαλῶν ἀκρότης, οὐ μόνον ἀντεπιστεῖλαι ἠξίωσας τῷ ἀναξίῳ, θεομιμήτως δηλονότι φερόμενος· ἀλλὰ γὰρ καὶ ἀπ᾽ αὐτῆς τῆς προγραφῆς τοσοῦτον ἡμῖν τὸ τῆς ταπεινοφροσύνης σου θεῖον ὕψος ὑπέδειξας, ὡς καταπλαγῆναι ἡμῶν τὴν οἰκτρὰν διάνοιαν. Ὦ τοῦ θαύματος! Εἰ ὁ τοσοῦτος καὶ τηλικοῦτος τὴν ἀξίαν, καὶ τῇδε συνισουμένην ἔχων τὴν ἀρετὴν ἀναστράπτουσαν, ὡς αὐτὰ μαρτυρεῖ τὰ πράγματα, υἱὸν ἑαυτὸν τοῦ ἀσθενοῦς ἀπεκάλεσεν· ὁ οὐθενὴς καὶ ἀφανὴς τί ἑαυτὸν ὀνομάσειε; Καὶ εἰ ὁ τῆς ἁγιωσύνης λαμπτὴρ ἁμαρτωλὸν ἑαυτὸν ὑπογράφοιεν· ὁ ἁμαρτωλὸς καὶ ἠπορημένος τί δ᾽ ἂν καὶ ἀποκριθήσεται; Ἆρα εἰ καὶ μηδὲν ἕτερον ἐγέγραπτο τῇ ἐπιστολῇ, ἤρκει τοῦτο μόνον τοῦ τε δεχομένου τὸν νοῦν ἐκθαμβῆσαι, καὶ τοῦ πεπομφότος τὸ ἀνυπέρβλητον ἐν ἀρετῇ θριαμβεῦσαι. Ἐπεὶ δὲ καὶ τὸ ὅλον ὕφος τοῦ ἱεροῦ βιβλίου διέγνωμεν οἱ ταπεινοὶ, τότε καὶ μᾶλλον ἤσθημεν, τῇ κεφαλίδι τὸ ὅλον σῶμα τῆς διαλέξεως καταλλήλως εὑρηκότες ἀπηρτισμένον. Οἶδας, ὁ ἅγιος τοῦ Θεοῦ, οἷα ἐφθέγξω πνευματοκινήτως· ὡς ἐπέῤῥωσας ἡμῶν τὴν ἀσθενῆ διάνοιαν ἐπαίνων φαρμακεύμασιν· ὡς συνεῤῥίζωσας ἡμᾶς ὑπομονητικῶς, μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσι, καὶ ὅσα ἄλλα ὑπεσημήνατο θεοσοφία καλλυνόμενα. Ἀλλ᾽ εὐλογητὸς ὁ Θεὸς, ὃς ἐν τοιούτῳ σεισμῷ ἀσεβείας, τηλικοῦτον ὑπέρμαχον ὁμοῦ καὶ κυβερνήτην τῇ ἑαυτοῦ Ἐκκλησίᾳ ἐδωρήσατο, ἄσειστον, ἀκράδαντον, λόγον ζωῆς ἐπέχοντα· φῶς ὁμολογίας τῇ ὑφηλίῳ πυρσεύοντα. Εἰ δὲ ὅτι ὁ χειμὼν οὐτίπου παρῆλθεν, εἰ καί τις μικρὰ αἰθρία ὑπήστραψεν· οὐκ ἀθυμητέον, ὦ τρισμακάριστε. Δυνατὸς γὰρ ὁ δοὺς τὸ βραχὺ τῆς εἰρήνης ἐμπύρευμα Κύριος, ταῖς θεοκλινέσι σου καμπτόμενος προσευχαῖς, καὶ τὸ ὅλον τῆς ὀρθοδοξίας ἀναπετάσαι ἔαρ· καὶ τότε δηλονότι, ὁπότε καὶ τὸ τῆς ὀργῆς νέφος ἀμειφθείη τέλεον, καὶ ὁ πόθος τῶν θεοφιλῶν δοκιμασθείη λαμπρότερον. Ταῦτά μοι νῦν τετόλμηται ὥσπερ τι κυνίδιον γρύξαι τῷ χρηστῷ μου ὡς ἀληθῶς ἀρχιποίμενι, εἰληφότι καὶ τὸ προσκυνητὸν ἐγχειρίδιον μεθ᾽ ὑπερβαλλούσης ἀγαλλιάσεως.

· Contents ·