Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 80: To John the Logothete

Π΄. — Ἰωάννῃ Λογοθέτῃ.

Ἤνοιξεν ὁ καιρὸς θύραν παῤῥησίας, φθέγξασθαι ἡμᾶς ἀγαθοῖς ἀνδράσιν, ὁμοῦ τε καὶ φίλοις. Τῶν δὲ τοιούτων τίς ἂν εἴη μείζων τῆς σῆς εὐσεβείας; ὃς γε δι᾽ αὐτὸ τοῦτο τὸ εὐσεβεῖν σε, οὐκ ὀλίγας ἀνέτλης θλίψεις τε καὶ κακώσεις παρὰ τοῦ καὶ Θεῷ προσκρούσαντος, καὶ κόσμον ὀλέσαντος ἐν ἀσεβείᾳ, καὶ ἰσόῤῥοπον τῆς ἀποστασίας τὴν ζωὴν ἀποῤῥήξαντος, οὐκ ἐν ἁγίῳ τόπῳ, κἂν μορμολύττῃ τὸ λεγόμενον· διότι οὐ ναὸς Θεοῦ ἅγιος ὁ ὑφ᾽ αἱρετικῶν βεβηλούμενος, ἀλλ᾽ οἶκος κοινὸς, ὥς φησιν ὁ μέγας Βασίλειος· τοῦ ἐφεστῶτος ἀγγέλου ἐν αὐτῷ, ὡς ἐφ᾽ ἑκάστης Ἐκκλησίας, ὑπεκστάντος διὰ τὴν ἀσέβειαν. Διόπερ οὐδ᾽ ἡ τελουμένη ἐν αὐτῷ θυσία, Θεῷ εὐπρόσδεκτος. Καὶ ἄκουσον αὐτοῦ λέγοντος· « Ὁ ἀσεβὴς ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνων κύνα. » Εἰ δὲ καὶ ὡς ἐπὶ ναοῦ λάβοις τεθνᾶναι τὸν ἀσεβῆ, ἁρμόσειε καὶ οὗτος ὁ τρόπος. Ἔδει γὰρ, ἔδει τὸν κατὰ τῶν ναῶν τοῦ Θεοῦ γενόμενον, ἐν ναῷ ἰδεῖν τὰ κατ᾽ αὐτοῦ γυμνούμενα ξίφη· ἔδει τὸν τὸ θεῖον θυσιαστήριον ἀφανίσαντα, ἐν θυσιαστηρίῳ ἐξαφανισθῆναι· κατὰ τῆς ἐκταθείσης ἐφ᾽ ὕβρει Χριστοῦ χειρὸς, τομὴν ἐπαχθῆναι· κατὰ τῆς κινηθείσης κεφαλῆς ὀλεθρίως, ξίφος διελάσαι· κατὰ τοῦ ὥμου τοῦ ἐπ᾽ αἰκισμῷ τῶν εὐσεβῶν ἐπαρθέντος, καιρίαν ἐλθεῖν πληγήν· ἄτιμον ἀποπεμφθῆναι τῶν βασιλικῶν αὐλῶν τὸν ἀτιμάσαντα τὴν ἁγίαν Χριστοῦ εἰκόνα, τῆς Θεοτόκου, καὶ οὑτινοσοῦν τῶν ἁγίων. Τί δήποτε οὕτω σοι, Κύριέ μου, ἐξετραγώδησα τοῦ ἐξαγίστου τὸν θάνατον; ὅτι ἀναγκαῖόν ἐστιν ἐντεῦθεν οὐ μόνον τὸν εὐσεβῆ βασιλέα ἐπιγνῶναι τὸ κατάλληλον τῇ ἀσεβείᾳ τοῦ ἀσεβοῦς ἀποτέλεσμα, ἀλλὰ καὶ πάντα ἄνθρωπον. Καὶ ἄγαμαι λίαν πῶς ὁ ἀγαθὸς ἡμῶν Δεσπότης γνοὺς τοῦτο, οὐ θριαμβεύει τὴν τοῦ παλαμναίου δυσσέβειαν· καὶ χαρίζεται ἑαυτῷ τε καὶ τῷ ὑπηκόῳ τὸ τῆς ὀρθοδοξίας ἐξίλασμα, ὡς βασιλεὺς εἰρηναρχίας Χριστομιμήτως. Διὰ τοῦτο αἰτῶ, ἀντιβολῶ ὁ ταπεινὸς, ἐπειχθῆναί σε τὸν εὐσεβέστατον, καθάπερ καὶ ἤκουσταί μοι ὅτι ἐκινήθης, δοῦναι ἑαυτὸν ὁλικῶς εἰς ἀνόρθωσιν τῆς πίστεως· ἐν ᾗ ἐστι τὸ σωτήριον τοῦ τε κράτους καὶ τοῦ ὑπηκόου παντός.

· Contents ·