Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 81: To Pantoleon the Logothete
ΠΑ΄. — Παντολέοντι Λογοθέτῃ.
Ἄλλων μὲν ἡ ἀρετὴ ἐξ ἀκοῆς ἡμῖν διέγνωσται· σοῦ δὲ τοῦ ὑπερτίμου δεσπότου μου, πρότερον δι᾽ ὄψεως, νῦν δὲ ἐξ ἀκοῆς μέχρι τῆς ἐσχατιᾶς ἐν ᾗ ἐσμεν φθασάσης. Τίς δὲ ὁ λόγος; ὅτι ἐπαῤῥησιάσατό σου τὸ πνευματοκίνητον στόμα λαλῆσαι σοφίαν Θεοῦ, λόγους ἀληθείας, ἐπ᾽ ὠφελείᾳ καὶ σωτηρίᾳ τῆς τε οἰκείας ψυχῆς καὶ πάσης τῆς καθ᾽ ἡμᾶς Ἐκκλησίας. Καὶ μακάριος εἶ, καὶ εὐλογημένον τὸ ὄνομά σου· καὶ σὲ αἰνέσαισαν πάντες οἱ ἀκούσαντες εὐσεβεῖς. Καὶ στέφανος χαρίτων ἐπὶ τὴν τιμίαν σου κάραν· καὶ κλοιὸς χρύσεος ἐπὶ τὸν ἱερόν σου τράχηλον, υἱὲ ὑπακοῆς, τέκνον φωτὸς, θρέμμα εὐσεβείας. Τάδε λέγει Κύριος· Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό· ἀνθ᾽ ὧν ὑπήκουσας φωνῆς μου. Ἐντολὴ γὰρ Κυρίου μὴ σιωπᾷν ἐν καιρῷ κινδυνευούσης πίστεως. Λάλει γὰρ, φησὶ, καὶ μὴ σιώπα. Καὶ, Ἐὰν ὑποστέλληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Καί· Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ὥστε ὅτε περὶ πίστεως ὁ λόγος, οὐκ ἔστιν εἰπεῖν, Ἐγὼ τίς εἰμι; Ἱερεύς; ἀλλ᾽ οὐδαμοῦ. Ἅρχων; καὶ οὐδ᾽ οὕτως. Στρατιώτης; καὶ ποῦ; Γεωργός; καὶ οὐδ᾽ αὐτὸ τοῦτο. Πένης, μόνον τὴν ἐφήμερον τροφὴν ποριζόμενος. Οὐδείς μοι λόγος καὶ φροντὶς περὶ τοῦ προκειμένου. Οὐὰ, οἱ λίθοι κράξουσι, καὶ σὺ σιωπηλὸς καὶ ἄφροντις; ἡ ἀναίσθητος φύσις Θεοῦ ἐπακήκοε, καὶ αὐτὸς λαιλαπιστής; ὃ μὴ ἐψύχωται, μηδὲ ἐν κριτηρίῳ λελογοθέτηται, δεδοικὸς οἱονεὶ τὸ πρόσταγμα φωνοβολεῖ· καὶ σὺ ὁ μέλλων εὐθύνεσθαι ὑπὸ Θεοῦ ἐν καιρῷ ἐτάσεως, καὶ περὶ ἀργοῦ ῥήματος, κἂν ἐπαίτης εἶ, διδόναι λόγον· λέγεις ἀλογῶν· Τίς μοι ἐν τούτῳ φροντίς; Ταῦτα, ὦ δέσποτα, φησὶν ὁ Παῦλος, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾽ ὑμᾶς· ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. Ὥστε καὶ αὐτὸς ὁ πένης πάσης ἀπολογίας ἐστέρηται ἐν ἡμέρᾳ κρίσεως, μὴ τανῦν λαλῶν ὡς κριθησόμενος καὶ διὰ τοῦτο μόνον· μὴ ὅτι γέ τις τῶν ἐφεξῆς καθ᾽ ὑπεροχὴν, μέχρις αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου· ᾧ καὶ ἀνυπέρβλητον τὸ κρῖμα· Δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται, φησί. Καὶ· Κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι. Λάλει οὖν, κύριέ μου, λάλει. Διὰ τοῦτο κἀγὼ ὁ τάλας δεδοικὼς τὸ κριτήριον λαλῶ. Φθέγξαι ἕως τῶν θεοηχῶν ὥτων τοῦ εὐσεβοῦς ἡμῶν βασιλέως· ἐπείπερ εἶ τῶν ὑπερεχόντων.
Οὐδεμία αἵρεσις τῶν ἀπὸ τῆς Ἐκκλησίας ἀναβρασάντων, τῆς εἰκονομαχικῆς ταύτης αἱρέσεως δεινοτέρα. Χριστὸν ἤρνηται, εἰς πρόσωπον δέρει, πραγματικῶς καὶ λογικῶς λυττῶσα. Τὸ μὲν φληναφεῖ, Χριστὸν μὴ περιγράφεσθαι κατὰ τὸν τοῦ σώματος χαρακτῆρα· ὅπερ ἐστὶν ἀναιρετικὸν τοῦ σάρκα γενέσθαι τὸν Λόγον. Εἰ γὰρ σὰρξ, πάντως καὶ περιγράφοιτο· ἐπεὶ φάντασμα τὸ εὐαγγελιζόμενον Μανιχαϊκῷ φρονήματι. Τὸ δὲ ὅτι ξέει, κλᾷ, κατασκάπτει, πυρικαυστεῖ πάντα θεῖον ναὸν, πᾶν ἰερὸν ἀνάθημα, ἐφ᾽ ᾧ ὁ Χριστοῦ χαρακτὴρ, τῆς Θεοτόκου, εἰτινοσοῦν τῶν ἁγίων. Χριστιανοὶ ἀπολλύμεθα. Προφθάσωμεν τὸ πρόσωπον Χριστοῦ ἐν ἐξομολογήσει· ἀσπασώμεθα Χριστὸν, ὃν δι᾽ ἀθετήσεως τῆς αὐτοῦ ἁγίας εἰκόνος ἀρνούμεθα.