Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 82: To Demochares, the General Logothete

ΠΒ΄. — Δημόχαρι Λογοθέτῃ γενικῷ.

Ἡ τῶν ἀγαθῶν ἀνδρῶν ἔντευξις παῤῥησίαν δίδωσι καὶ τοὺς ἀγνῶτας πρὸς αὐτοὺς ἴεσθαι· μὴ ὅτι τοὺς γνωρίμους, καὶ τῆς αὐτῶν εὐθημοσύνης πεῖραν εἰληφότας. Διὰ τοῦτο τεθαῤῥηκότες οἱ ταπεινοὶ, ἐπιστέλλομεν τῇ ὑπερφυεῖ καὶ εὐσεβεστάτῃ σου μεγαλωσύνῃ, εὐφημοῦντες αὐτὴν κατὰ τὸ εἰκὸς, ὅτι ῥίζης εὐφυοῦς ἀγαθὸν βλάστημα· ὅτι φρονήσεως δεξιᾶς ἱερὸν ἀποτέλεσμα· ὅτι παιδεύσεως ποικίλης ἀγλάϊσμα περισπούδαστον· ἔνθεν καὶ βασιλεῦσιν ἀσπαστὴ, καὶ πᾶσι διαλαλητή. Κἀκ τούτου ἀρχὰς ἐξ ἀρχῶν ἀμείβουσα, εἰς τὴν κορυφαιοτάτην τῶν ἐν τέλει ἀνέδραμεν. Εὖγε, καὶ πάνυ εἰκότως. Εἰ δὲ καὶ ὅτι ἡμῖν τοῖς εὐτελέσι δι᾽ αὐτὴν τὴν ἀρετὴν ποθητὴ, οὐ πάνυ τι τῶν ἀγαστῶν, διὰ τὸ οὐδαμινόν· πλὴν ὅτι ὑποβάλλοι ὁ καιρὸς καὶ ἐξ εὐτελῶν παράκλησίν σοι προσάγεσθαι. Ἡ δέ ἐστιν ὀρέξαι σε χεῖρα τῇ καταπεσούσῃ καθ᾽ ἡμᾶς Ἐκκλησίᾳ πτώματι ἀσεβείας. Τοῦτο δὴ καὶ ἤκουσται ἡμῖν ἐνεργήσαντα· καὶ εὐξάμεθά σοι ὡς ἁμαρτωλοὶ, καὶ εὐλογήσαμέν σε ἀπὸ καρδίας πεπονημένης, ὅτι καὶ ἐλεγμῷ δικαίῳ ἤλεγξας τὸν ἀσεβάρχην Ἰωάννην, τοσαῦτα εἰπὼν, ὅσα ἦν ἄξιον ἀκοῦσαι τὸν μυσαρόν· ἅττα καὶ ἡμῖν, οἶμαι, καὶ πολλοῖς ἄλλοις προδεδήλωται. Ἐπεὶ οὐκ ἔστι κρυπτὸν ὃ οὐ γνωσθήσεται, καθά φησι τὰ Λόγια. Καὶ ἄλλως ὅτι οἱ ἀσεβείας ἔξαρχοι τοιούτων πράξεων ἔνοχοι δικαιοτάτως πεφανέρωνται.

Μὴ τοίνυν, ὦ δέσποτά μου, ἀπολήξειας τοῦ καλοῦ σου ἀγῶνος· ἀλλὰ συνεισένεγκον τῇ μεγίστῃ σου ὑπεροχῇ ἰσόῤῥοπον τὴν βοήθειαν, ὡς ὑπὸ Θεοῦ εἰς ταύτην προσκληθεὶς ἐξ ἀναγκαίου τοῦ χρόνου. Οὕτω γὰρ μᾶλλον εὐκλεηθήσῃ παρά τε Θεῷ τῷ εὐδοκήσαντι, καὶ βασιλεῖ τῷ ἀπαρξαμένῳ εὐσεβεῖν, καὶ ἅπασι τοῖς τὸν ὀρθὸν λόγον τῆς ἀληθείας πρεσβεύουσιν. Οὐ μὴν ἀλλὰ καὶ σεαυτῷ τῆς κατὰ τὴν αἱρετικὴν κοινωνίαν χράνσεως, ἐντεῦθεν χαρίσῃ ἀλεξιτήριον φάρμακον.

· Contents ·