Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 83: To John, Michael and Basil, Confessors of Christ

ΠΓ΄. — Τοῖς ἁγίοις μου Πατράσι καὶ ὁμολογηταῖς Χριστοῦ, Ἰωάννῃ, Μιχαὴλ, καὶ Βασιλείῳ

Καὶ νῦν ἐπιστεῖλαι εὖ ἔχειν ἐδοκίμασα τοῖς ἐμοῖς Πατράσι, καὶ ἐπιστεῖλαι ὁμοῦ ὡς τῆς αὐτῆς ἀρετῆς καὶ ὁμονοίας, μᾶλλον δὲ μαρτυρίας Χριστοῦ ἠξιωμένοις. Ἐπεὶ γὰρ εὐδόκησεν ὁ ἀγαθὸς Θεὸς ἡμῶν ἀφεθῆναι καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς τῆς φυλακῆς, τῇ μεσιτείᾳ τοῦ ἀγαθοῦ βασιλέως· ὥσπερ τι ἔδνον προσφέρω ὑμῖν τὸ γράμμα, χαίρων καὶ συγχαίρων ὑμῶν τῇ πατρωσύνῃ, καὶ τῇ, οἷον εἰπεῖν, κατὰ Χριστὸν νίκῃ. Καὶ γὰρ νενικήκατε τὸν πονηρὸν, ὦ θαυμάσιοι, καὶ ἔνδον διὰ τῆς πάλης τῶν λογισμῶν, καὶ ἐκτὸς διὰ τῆς ἐνθέου ὑπομονῆς· μὴ κάμψαντες γόνυ τῷ ὑπηρετοῦντι δράκοντι. Ἐκείνου γὰρ ἀριδήλως ὑπουργὸς Λέων, ὁ παγκάκιστος ἐκείνου θεραπευτὴς, ὁ τῆς εἰκόνος Χριστοῦ ὑβριστὴς, καὶ τῶν ἁγίων φονευτής. Ἑκάτερος ἑκατέρῳ συμφωνήσας· καὶ συνθήκην ἄμφω ποιησάμενοι περιελεῖν τὸ ὄνομα Χριστοῦ, δι᾽ ἀφαιρέσεως τοῦ θείου καὶ προσκυνητοῦ αὐτοῦ χαρακτῆρος. Ἐπεὶ μὴ πέφθακεν ὁ καιρὸς τῆς δευτέρας θείας ἐπιφανείας, ἵνα ὁλοφανῶς Χριστὸς ἀρνηθείη. Ἀλλ᾽ εὐλογητὸς ὁ Θεὸς, ὃς καὶ τὸν διώκτην ὥλεσε θανάτῳ περιβοήτῳ καὶ ἀξιολόγῳ τῆς ἀποστασίας· ἔδει γὰρ τὸν τεμόντα τὸ Κυριακὸν σῶμα, ξίφει κατατμηθέντα ἀποῤῥῆξαι τὴν ζωήν· καὶ ὑμᾶς στεφανίτας ἀναδείξας, κλέος τῇ ἑαυτοῦ Ἐκκλησίᾳ περιεποιήσατο, ἀρετῆς ἀλείπτας· ἐρείματα πίστεως, ἑδραιώματα ἀληθείας, ὑποδείγματα καρτερίας, τῷ ὄντι καθηγητὰς, ὡς ἀληθῶς μοναστὰς, ἀπεικονίσματα τῶν μακαρίων ἐκείνων καὶ πάλαι ἁγίων· οἱ ἐν τοῖς ὁμοίοις ἀνδρικοὶ γεγονότες, τῷ ἀμαράντῳ τῆς δικαιοσύνης στεφάνῳ κατεκοσμήθησαν, χορεύοντες αἰώνια. Τοιοῦτοι ὑμεῖς, καὶ ὑμῶν ὁ ἔπαινος ὑπέρτερος τῆς ἐμῆς οὐδαμινῆς γλώττης· τοσοῦτον δὲ μόνον ᾀδούσης, ὅσον τὸν καιρὸν ἀφοσιώσασθαι, καὶ τὸν πόθον θεραπεῦσαι, καὶ τὸ πνεῦμα ἀναζωπυρῆσαι, εἰς ἄληκτον δέησιν τοῦ ἐπικληθῆναι Θεὸν, τέλεον ἡμῖν τὸ τῆς εἰρήνης ἀγαθὸν ἐξανατεῖλαι. Ὁρᾶτε γὰρ, ὦ σεβάσμιοι, ὅπως ἔτι κραδαίνει τὰ πράγματα. Δυνατὸς δέ ἐστι τῇ ἀρχῇ καὶ τὸ τέλος δεξιὸν συναναφάναι. Εὔχεσθαι παρακλήθητε περὶ τῆς ταπεινώσεώς μου, ἀεισέβαστοι.

· Contents ·