Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 84: To Theodore the Monk
ΠΔ΄. — Θεοδώρῳ μονάζοντι.
Ἐγώ σου τὴν θεοσέβειαν παρεκάλεσα, τῶν κατ᾽ ἐμοῦ ἐγκωμίων ἀφέμενον, μᾶλλον προσεύχεσθαι, μὴ πάντη με Θεοῦ ἀπομακρύνεσθαι· καὐτὸς οὐκ οἶδ᾽ ὅθεν φερόμενος, εἰς μείζους ἐξήφθης λόγους αἰνέσεως. Μὴ οὕτω, Πάτερ, μηδαμῶς. Ἢ οὐκ οἶσθα ὅτι ἀνθρώπων ἀπάντων ἐγὼ ὁ τάλας ἁμαρτωλότερος; κἂν οὐκ οἶδ᾽ ὅπως ἐλέει Θεοῦ εἰς φυλακὴν αὐτοῦ ἠξίωμαι διατελεῖν. Διὸ καὶ δέδια, μήπως ἐπισκεψάμενος ἐν τῷ τελουμένῳ ὁμολογητικῷ γάμῳ, ἴδοι με οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, εἴτ᾽ οὖν καθαρότητος· καὶ εἴποι τοῖς ὑπηρέταις ἀγγέλοις· Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἐκβάλετε αὐτὸν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ὡς παρενείραντα ἑαυτὸν ἀναξίως τοῖς ὁμολογηταῖς μου. Ὥστε τοῦτο εἰδὼς, κλαῖέ με μᾶλλον, Πάτερ, καὶ προσεύχου, μὴ τοῦτό μοι συμβῆναι. Καὶ ὧδε μὲν ταῦτα. Περὶ δὲ τοῦ Διὰ καὶ Ἀνὰ ὑπὸ τοῦ μεγάλου Βασιλείου εἰρημένων, δηλονότι ἐν τῇ χρήσει κειμένων τῶν προθέσεων τῆς εἰκόνος· οὐχ ὑπὸ τοῦ ἁγίου δοκεῖ μοι ἐκφωνηθῆναι καὶ οὕτως καὶ οὕτως, ἀλλ᾽ ἐκ μεταγραφῆς τὸ σφάλμα· πλὴν εἰς ταυτὸν φέρει τὸν νοῦν ἀμφότερα. Οἷον « Ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει·» καὶ ἀληθὲς τοῦτο καὶ ἐπὶ φυσικῆς εἰκόνος, τοῦτο καὶ ἐπὶ τεχνητῆς· τῆς ἀναβάσεως οὐδὲν ἄλλο δηλούσης, ἢ ὅτι ἡ αὐτή ἐστι τιμὴ παρὰ τὸ τῆς οὐσίας διάφορον ἐπὶ τῶν τεχνητῶν· ἐπὶ δὲ τῶν φυσικῶν, καὶ κατὰ τὸ τῆς οὐσίας ταυτὸν ἀμφοῖν. Καὶ γοῦν αὐτὴ ἡ ἀλήθεια εἴρηκεν· Ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· καὶ ὁ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν πέμψαντά με. Φυσικὴ οὖν τοῦ Θεοῦ καὶ Πατρὸς εἰκὼν ὁ Υἱός· τεχνητὴ δὲ τοῦ Υἱοῦ ὥσπερ καὶ τοῦ Πατρὸς, ἡμεῖς, ἤγουν ποιητική· καὶ ποιητὴς γὰρ καὶ τεχνίτης τῶν ἁπάντων λέγοιτο Θεός.
Εἴληπται δὲ τῷ ἁγίῳ Βασιλείῳ τὸ τεχνητὸν, ἐπὶ τῶν ἐν πίναξιν εἰκόνων· καὶ ταυτὸν ἡμᾶς λαβεῖν τοὺς κατ᾽ εἰκόνα Θεοῦ γεγονότας, καὶ τὴν ἐν πίνακι ὑφ᾽ ἡμῶν τεχνουργημένην εἰκόνα ἐπὶ τοῦ τεχνητοῦ. Καὶ μᾶλλον ἔγγυος ταυτισμὸς ἐπὶ τοῦ καθ᾽ ὁμοίωσιν ὁ ἡμέτερος χαρακτὴρ πρὸς ἡμᾶς, ὥσπερ καὶ ὁ Χριστοῦ πρὸς αὐτὸν, ἢ ὁ ἡμέτερος πρὸς Θεόν· ἐπειδὴ Θεοῦ καὶ ἀνθρώπων τὸ μέσον ἄπειρον· ὅτι ὁ μὲν ἄκτιστος, ἀπερίληπτος, ἀπερίγραπτος, καὶ ὅσα τῆς αὐτῆς συστοιχείας· ἄνθρωποι δὲ κτίσμα, σῶμα, περιγραμμὸς, καὶ ὅσα ὁμόστοιχα τούτων. Ἄνθρωπος δὲ καὶ εἰκὼν ἀνθρώπου, ἑκάτερα κτίσμα· κἂν διαφορότης κτίσεως κατὰ θάτερον ἐπ᾽ οὐσίᾳ. Καὶ εὖγε τὸ πρόβλημά σου· ὅτι ὑπέδειξεν ἡμῖν ἐξ αὐτῆς τῆς θεολέκτου φωνῆς, ἐν τῇ ἀθετήσει τῆς εἰκόνος αὐτὸν ἀθετεῖσθαι· καὶ ἐν τῇ αὐτοῦ Χριστοῦ ἀθετήσει ἀθετεῖσθαι τὸν Πατέρα τὸν πέμψαντα αὐτόν· καὶ εὐρίσκονται οἱ Εἰκονομάχοι οὐκ ἀρνησίχριστοι μόνον, ἀλλὰ γὰρ καὶ τρισάρνητοι. Τὸ δὲ Διαβαίνει, ὅτι εἰς ταυτὸν φέρει ἡ διάβασις τῇ ἀναβάσει. Εἶπεν ὁ Κύριος· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου. Καὶ ὁ Μωϋσῆς· Διαβὰς ὄψομαι. Ἀμφοῖν ὁμοιοφανὴς ἡ κίνησις, καὶ οὔτε κυκλοφορικὴ θατέρα θατέρας, οὔτε ἑλικοειδής· ἀλλ᾽ εἰ καὶ διάφορος, κατὰ θέσιν, οὐ κατὰ σχέσιν. Ἑπτὰ γάρ φησιν εἶναι τὰς κινήσεις· ἡ οὖν ἀνάβασις, ἵνα καὶ σχηματίσω, τοῦτο
. Καὶ ἡ διάβασις, τοῦτο
. Ἀμφοῖν οὖν, ὡς εἴρηται, ἰσοφανῆ. Γραμμὴ γὰρ φιλοσοφικῶς τὸ δεῖγμα. Ἣν οὖν ἔχει σχέσιν τὸ ἄνω πρὸς τὸ κάτω, τὴν αὐτὴν καὶ τὸ δεξιὸν πρὸς τὸ ἀριστερόν. Ὥστε τὸ ἀναβαίνειν καὶ τὸ διαβαίνειν εἰς ταυτὸν φέρει. Καὶ εἰ μὲν ἐπιτετευγμένος ὁ λόγος, τῷ Θεῷ καὶ Λόγῳ χάρις· εἰ δ᾽ οὖν, δίδαξον, λῷστε, τὸν ἀμαθῆ ἐμέ.