Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 85: To Athanasius, His Son
ΠΕ΄. — Ἀθανασίῳ τέκνῳ.
Πῶς, φὴς, οὐ λατρεύεται ἡ εἰκὼν Χριστοῦ, ἀλλ᾽ ὁ ἐν αὐτῇ προσκυνούμενος Χριστός· μιᾶς οὔσης ἐπ᾽ ἀμφοῖν προσκυνήσεως; Ὅτι ἐπ᾽ αὐτοῦ δὴ Χριστοῦ λατρευτικὴ ἡ προσκύνησις. Προσκυνῶν γὰρ αὐτὸν, συμπροσκυνῶ τὸν Πατέρα καὶ τὸ ἅγιον Πνεῦμα ὁμοῦ· ὅπερ ἐστὶν ἡ τριαδικὴ ἡμῶν προσκύνησις καὶ λατρεία· ἐπὶ δὲ τῆς εἰκόνος, ἡ αὐτὴ μὲν (πῶς γὰρ οὕ; ὧν γὰρ ἓν τὸ κράτος, καὶ ἡ δόξα μία, τούτων δηλαδὴ ἓν τὸ σέβας, καὶ μία ἡ προσκύνησις), σχετικὴ δὲ ὅμως, ἤγουν ὁμωνυμική. Προσκυνῶν γὰρ αὐτὴν, οὐ συμπροσεκύνησα, ἀλλὰ προσεκύνησα Χριστὸν, οὐ διαιρούμενον καθ᾽ ὑπόστασιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον· ὅπερ ἐστὶ σχετικὴ, ἀλλ᾽ οὐ λατρευτική· κἂν ἡ αὐτὴ, ἐκεῖ μὲν οὕτως νοουμένη καὶ λεγομένη, καθότι τριαδικὴ, ἤγουν φυσική· ἐνταῦθα δὲ τὸ ἔμπαλιν, καθότι σχετικὴ, ἤγουν ὑποστατική. Εἰ γὰρ εἴποις, λατρευτικὴ, ἐσήμανας σεσαρκῶσθαι, ὡς τὸν Υἱὸν, τόν τε Πατέρα, καὶ τὸ Πνεῦμα· ὅπερ ἐστὶν ἔκτοπον. Τοιγαροῦν προσκυνῶν τὴν εἰκόνα Χριστοῦ, οὐ τὴν θεότητα προσκυνῶ, ὥς τινές φασι· τοῦτο γὰρ τῆς Τριάδος σημαντικόν· καὶ οὐ σεσάρκωται ἡ Τριάς· ἅπαγε. Ἀλλὰ τί; αὐτὸν Χριστὸν σχετικῶς. Μόνος γὰρ αὐτὸς ὁ σαρκωθεὶς Θεὸς Λόγος. Προσκυνῶν δὲ αὐτὸν Χριστὸν, δηλονότι συμπροσεκύνησα τὸν Πατέρα ὁμοῦ καὶ τὸ Πνεῦμα. Ὥστε ἐπὶ τῆς εἰκόνος [σχετικὴ προσκύνησις], ἂν νοοῖτο καὶ λέγοιτο· ἐπ᾽ αὐτοῦ δὲ Χριστοῦ λατρευτική· ὡς συνεπινοουμένου τε καὶ συμπροσκυνουμένου τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος.