Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 86: In the Person of All the Abbots, to the Emperor Michael
ΠϚ΄. — Ἐπιστολὴ ἐκ προσώπου πάντων· τῶν ἡγουμένων πρὸς Μιχαὴλ βασιλέα.
Ἡμεῖς οἱ ἐπὶ τὸ αὐτὸ συνεληλυθότες κατὰ κέλευσιν θεοσέπτου ὑμῶν βασιλείας, ἐλάχιστοι ἐπίσκοποί τε καὶ ἡγούμενοι, πρώτην φωνὴν ταύτην φθεγγόμεθα ἐπὶ τοῦ θεοπροβλήτου ὑμῶν κράτους, εὐχαριστήριόν τε καὶ αἰνετήριον· ὅτι ἀνεκλήθημεν οἱ ἀπωσμένοι, ὅτι ἠλεήθημεν οἱ τεταλαιπωρημένοι, ὅτι ἀνεψύξαμεν οἱ ἐκλελοιπότες· ἀπὸ χειμῶνος εἰς ἔαρ, ἀπὸ ζάλης εἰς γαλήνην, ἀπὸ ἀθυμίας εἰς εὐθυμίαν· ξένα τινὰ καὶ παράδοξα ἑωρακότες. Τοιαύτη γὰρ ἡ δικαία ὑμῶν βασιλεία χαρμόσυνος, εὐφρόσυνος, πολύευκτος, εἰρήναρχος, φιλοδίκαιος, πολλαῖς ἑτέραις προσηγορίαις ἀξιώνυμος· μιμήσει Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, τὰ διεστῶτα συνάπτουσα, τὰ νενοσηκότα ὑγιάζουσα, τὰ λυπηρὰ χαροποιοῦσα· ἐξαίρετός τις οὖσα βασιλεία, καὶ τῶν πάλαι μακαριζομένων ἰσόῤῥοπος· ἣν ἀποσεμνύνειν τοῖς ἐγκωμίοις οὐκ ἂν εὐμαρῶς γλῶσσα ἀνθρώπου ἐξαρκέσειεν. Ἀλλ᾽ ἐπειδὴ ταῦτα οὕτως, παρακαλοῦμεν καὶ ἀντιβολοῦμεν οἱ ἀνάξιοι, καὶ αὐτῆς τῆς ἱερᾶς ὑμῶν θέας ἀξιωθῆναι, καὶ φωνῆς ἡδίστης ἀκοῦσαι τοῦ παντίμου καὶ θεοσόφου στόματος ὑμῶν· ὡς ἂν ἅπερ ὠσὶν ἀκούομεν, ταῦτα κατ᾽ ὀφθαλμοὺς θεασάμενοι σκιρτήσοιμεν τῷ πνεύματι· ὥσπερ τι ἔνδυμα πενθικὸν τὴν κατήφειαν μετενδιδυσκόμενοι εὐφροσύνης ἀγαλλιάματι. Ἐπειδὴ δὲ ὁ δεύτερος λόγος περὶ τῆς εἰλικρινοῦς τε καὶ ἀμωμήτου ἡμῶν τῶν Χριστιανῶν ἐστι πίστεως· ἐκεῖνο μετὰ αἰδοῦς τολμῶμεν ἀνενέγκαι, ὡς εἰ μὲν ἀνθρώπινόν τι ἦν τὸ λεγόμενον, καὶ ἢ πρὸς τοῦ ἁγιωτάτου ἡμῶν ἀρχιερέως, ἢ παρ᾽ ἡμῶν τῶν ἀναξίων ἐξουσιαζόμενον· οὐτί που τὸ μικρὸν, ἀλλὰ γὰρ καὶ τὸ πᾶν παραχωρεῖν ἔδει· οὕτω τῆς ἐντολῆς κελευούσης. Ἐπεὶ δὲ περὶ Θεοῦ καὶ εἰς Θεὸν ὁ Λόγος, οὗ δοῦλα τὰ σύμπαντα· οὐχ ὁ τίσδε ἢ τίσδε· ἀλλ᾽ οὐδ᾽ εἰ Πέτρος καὶ Παῦλος, οὐδ᾽ ἄν τις τῶν ἀγγέλων εἴη, τολμήσιεν ἂν κἂν τὸ βραχύτατον παρακινῆσαι· ὡς διὰ τούτου τοῦ παντὸς Εὐαγγελίου ἀνατρεπομένου. Πρός τε τὸ συνᾶραι λόγον ἀντιῤῥητικὸν μετὰ τῶν ἑτεροδόξων ἐναντιούμενον, τῇ ἀποστολικῇ παραγγελίᾳ οὐ καθῆκον· εἰ μή τι πρὸς νουθεσίαν μόνον. Καὶ διὰ τοῦτο οἱ ἀνάξιοι δοῦλοι τοῦ εὐσεβοῦς ὑμῶν κράτους, καὶ γρύξαι μόνον οὐ κατατολμῶμεν. Εἰ δέ τι ἀμφιβαλλόμενον ἢ ἀπιστούμενον τῇ θείᾳ ὑμῶν μεγαλονοίᾳ διαλύεσθαι ὑπὸ τοῦ ἀρχιερέως εὐσεβῶς· ἡ μεγάλη καὶ θεοστήρικτος αὐτῆς χεὶρ, ὡς ζηλοτυποῦσα τὰ θεῖα ἐπ᾽ ὠφελείᾳ τοῦ παντὸς, κελευσάτω παρὰ τῆς πρεσβυτέρας Ῥώμης δέξασθαι τὴν διασάφησιν, ὡς ἄνωθέν τε καὶ ἐξ ἀρχῆς πατροπαραδότως ἐξεδόθη. Αὕτη γὰρ, χριστομίμητε βασιλεῦ, ἡ κορυφαιοτάτη τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, ἧς Πέτρος πρωτόθρονος, πρὸς ὃν ὁ Κύριός φησι· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ἄδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτο ἡμῶν τὸ αἴτημα τῶν ἀναξίων δούλων σου· αὕτη σὺν Θεῷ ἡ παράκλησις τῶν τεταπεινωμένων. Ἡ κραταιὰ οὖν χεὶρ τοῦ Θεοῦ σώζοι σε, τὸν κοσμοπόθητον καὶ θεοφιλῆ τὸν, βασιλέα τῶν Χριστιανῶν, ἐν πολλοῖς χρόνοις διατεινόμενον, καὶ εἰς παῖδας παίδων τὸ κράτος ἀμείβοντα ἐν εὐημερίαις τε καὶ νίκαις ἐχθρῶν τε καὶ πολεμίων. Γένοιτο, γένοιτο!