Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 87: To Bishops Exiled for the Lord
ΠΖ΄. — Ἐπισκόποις διὰ Κύριον πεφυγαδευμένοις.
Ἄρτι ἀκουτισθεὶς ὁ ταπεινὸς περὶ τῆς μακαριότητος ὑμῶν, ὦ τριπόθητοι Πατέρες, λίαν ἤσθην, καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν Θεόν. Ὅτι οὐδὲ ἠξιώθην ἰδεῖν ὑμᾶς, καὶ ἀπολαῦσαι τῶν ἐν ὑμῖν χαρισμάτων, καὶ πάνυ ἠνιάθην. Ἔμελλον γὰρ ὁρᾷν ἀνθρώπους Θεοῦ, ἱεράρχας Κυρίου, μακαρίους ἄνδρας, φωστῆρας κόσμου, ἐρείσματα πίστεως εἴ τι ἄλλο τῶν καλῶν, καὶ ὄντας καὶ ὀνομαζομένους. Ὦ τῆς ζημίας! ὦ τῆς συμφορᾶς! Πλὴν αἱ πολλαὶ ἡμῶν ἁμαρτίαι αἴτιον τοῦ συμβεβηκότος. Καὶ οὐ θαυμάζομεν τὴν ἀτυχίαν· ἀλλὰ προβάλλομεν τὴν ἱκετηρίαν. Τί τοῦτο; ἵνα γράμμασι παραμυθήσησθε τὴν ἀπόλειψιν, νουθετοῦντες, φωτιοῦντες, στηρίζοντες, ὑποφαίνοντες ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἐνστατικὰ, ὅσα ἔναθλα. Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος ὁμολογίας, ταῦτα γράφοιτε· καὶ πῶς προσκυνητέον Χριστὸν ἐγγεγραμμένον, ὁμωνύμως ἢ συνωνύμως, ἐπειδὴ τὸ μὲν ὀρθοδοξίας, τὸ δὲ ἀντιδοξίας· καὶ πῶς τῆς προσκυνήσεως νοουμένης εἰς Χριστόν τε καὶ τὴν αὐτοῦ εἰκόνα, μιᾶς ἢ δυεῖν· ἐπειδὴ τὸ μὲν, ἡμέτερον· τὸ δὲ, τῶν Εἰκονομάχων; ὧν γὰρ μία ἡ ὑποστατικὴ ὁμοίωσις, τούτων μία καὶ ἡ αὐτὴ προσκύνησις· παρὰ τὸ τὴν οὐσίαν τῆς εἰκόνος μήτιπου προσκυνεῖσθαι. Οὗτος ὁ μικρὸς ἡμῶν λόγος ὑπομνηματικὸς, ἀλλ᾽ οὐ διδακτικός· ὑμῶν δὲ τὰ τελεώτερα πάντως τοσοῦτον, ὅσον καὶ τὸ καθυπερέχον τοῦ χρίσματος· ἐφ᾽ ᾧ τελοίητε τὸν προκείμενον δρόμον ὁσιώτατοι, ἀνδρειότατα· ὡς ἀποληψόμενοι τὸν τῆς δικαιοσύνης στέφανον.