Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 88: To Ammoun, His Son

ΠΗ΄. — Ἀμμοῦν τέκνῳ.

Οἴμοι ἐξ αὐτῆς βαλβίδος τῆς ἐπιστολῆς καὶ στεναγμὸν ἀναπέμπω ἐκ βάθους καρδίας, καὶ δάκρυον ἀναμίγνυμι τῷ μέλανι ἐφ᾽ οἷς ἠκουτίσθην περὶ σοῦ, ἀδελφέ. Φασὶ γὰρ ἀποῤῥίψασθαί σε τὸ ἅγιον ἔνδυμα τοῦ μοναχοῦ, καὶ τελεῖν ἐν λαϊκοῖς, καὶ γυναῖκα περιάγειν. Ὦ τοῦ ἐλεεινοῦ ἀκούσματος! ὦ τῆς ἐμῆς συμφορᾶς! Ἐμὴ γὰρ ἡ σὴ, τέκνον, ἁμαρτία, κατὰ τὸν τῆς πατρικῆς συμπαθείας τρόπον. Ποῦ τὸ φῶς τῆς διανοίας; ποῦ τῆς ἐλπίδος τὸ πτερόν; ποῦ ὁ ἔρως ὁ πρὸς τὸν Θεόν; ποῦ τῆς πίστεως ὁ θυρεός; ποῦ τοῦ λογιστικοῦ τὸ κριτικόν; ποῦ ὁ ἐντεῦθεν κόσμου δρασμός; ποῦ ἡ ἐγκατάλειψις ἁπάντων τῶν ἐπὶ γῆς; ποῦ ἡ ἐπιστασία τῆς μονῆς; ποῦ ἡ εὐκατάνυκτος παραδοχὴ τῆς εἰσδοχῆς; ποῦ ἡ στοιχείωσις τῆς κοινοβιακῆς ζωῆς; ποῦ ἡ φωτιστικὴ ἐξαγόρευσις; ποῦ σου τὰ καλὰ δάκρυα; ποῦ ἡ εὐλαβοειδὴς ἕξις; ποῦ ἡ ἐκ τοῦ πληρώματος τῆς ἀδελφότητος μαρτυρία; ποῦ ἡ ἐπὶ τοῦ ἱεροῦ βήματος ὁμολογία; ποῦ μάρτυρι Θεῷ τε καὶ ἀγγέλοις ὑποσχέσεις; ποῦ ἡ ὑποφαεινὴ φαιδρότης τοῦ σχήματος; ποῦ ὁ πνευματικῶς νοούμενος γάμος; ποῦ ὁ ὑπὲρ σοῦ τυθεὶς ἀμνὸς τοῦ Θεοῦ; ποῦ τὸ εὐαγγελικόν τε καὶ ἀδελφικὸν ἀγαλλίαμα; ποῦ ὁ παρὰ πάντων ἱερώτατος ἀσπασμός; ποῦ ἡ ἐν τῷ θείῳ θυσιαστηρίῳ παράστασις; ποῦ ἡ τοῦ σώματός τε καὶ αἴματος τοῦ Χριστοῦ θεία μετάληψις; ποῦ ἡ ὅλη φαιδρὰ καὶ ἀγγελοχαρμόσυνος τελετή; ποῦ ἡ φανὴ λαμπάς; ποῦ ἡ ἄμπελος ἡ ἀληθινή; ποῦ ἡ καρποφόρος φυτεία τοῦ Πνεύματος; ποῦ ἐμοῦ γε τοῦ ἀθλίου ὁ υἱὸς, ὁ προαχθεὶς ἔτι καὶ ἔτι ἐν καλῷ, καὶ χρήσιμος ὀφθεὶς τῇ ἀδελφότητι, τὸ τέκνον τοῦ Θεοῦ, ὁ τοῦ φωτὸς χορευτὴς, ὁ τῆς βασιλείας τῶν οὐρανῶν πολίτης, τὸ σκεῦος τὸ ἐκλεκτόν; Πῶς ἐστράφη εἰς τὰ ὀπίσω; πῶς ἀπελάκτισεν ὁ ἠγαπημένος; πῶς ἐσκοτίσθη ὁ πεφωτισμένος; πῶς ἀπεσείσατο τὰ τῆς ἁγνείας ὅπλα; πῶς ἐγένετο θήραμα διαβόλου, ἐζωγρημένος ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα, καὶ ἀφεὶς τὸν καλὸν Νυμφίον τὸν Κύριον τῆς δόξης, τὸν ἐξουσιαστὴν τῶν ἀπάντων; Ὦ τίς οὐ στενάξει ἐκ βάθους; τίς οὐκ ἐλεήσειε τὸν ἐξηπατημένον; Οὐρανὲ, ἔκστηθι ἐπὶ τούτῳ· γῆ, βόησον τὸ πάθος. Τί γέγονεν, ἀδελφέ; οὐκ ἠδέσθης κᾶν τοὺς ὁρῶντας; οὐκ ἠρυθρίασας ἀπ᾽ αὐτοῦ τοῦ ἀέρος; οὐκ ἐδυσχέρανας τὴν δυσωδίαν τῆς παγκαταράτου ἁμαρτίας; ἔχεις νοῦν; ζῇς ἄρα; ἀθρεῖς ἥλιον; βλέπεις σελήνην; ὁρᾷς ἀστέρας; οὐκ ἔστιν, οὐκ ἔστιν εἰπεῖν ὅσον τὸ ἁμάρτημα, ὅσος ὁ σκότος, ὅση ἡ ἀλογία. Καὶ εἶθε μέχρι τούτων ὁ λόγος· εἶχε γὰρ ἂν ἡ ἀθλιότης συμμετρίαν. Ἀλλ᾽ ὅτι κρῖμα, ἀδελφὲ, ἀπαραίτητον, πῦρ αἰώνιον, σκότος ἐξώτερον καὶ ἀλαμπὲς, βρυγμὸς ὀδόντων, ἅπαντα τὰ ἄλλα κολαστήρια, ἐν οἷς ἡ εὐθύνη, καὶ αὕτη ἀπέραντος εἰς αἰῶνας. Καὶ οὔπω λέγω τῶν ἀγαθῶν τὴν ἀπόπτωσιν, ἣν σεαυτῷ προεξένησας. Τίς αὕτη; μετὰ Θεοῦ γενέσθαι, χαρὰ ἀνεκλάλητος, ζωὴ ἀκήρατος, εὐφροσύνη αἰώνιος, τρυφὴ παραδείσου, τῆς ἁγίας Τριάδος ἔλλαμψις, πᾶσα ἄλλη καὶ λεγομένη καὶ νοουμένη μακαριότης. Δεῦρο δὴ οὖν, δεῦρο, τέκνον, ἀνάνηψον, ἀνακλήθητι, ἀνακαινίσθητι, ῥίψον τὰ συμπλακέντα σοι ὑπὸ τοῦ ἐχθροῦ σχοινία τῆς ἁμαρτίας· διατμήθητι τῆς Εὔας· πρόσελθε τῷ ἀμνησικάκῳ καὶ φιλανθρωποτάτῳ Ἰησοῦ. Ἄντικρυς βοᾷ· Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι ταῖς ἁμαρτίαις. Ὑπαντᾷ, περιπλέκεται, εἰσοικίζεται, οὐκ ἐγκαλεῖ περὶ τῶν προτέρων· ἄγει καὶ πάλιν ἑορτὴν, σώζει τὸν ἀσωτευθέντα. Ναὶ δέομαί σου, τέκνον, ἄκουσον, ἐξάφθητι, τρῶσον τὸν τρώσαντά σε. Ἧκε οὖν, ἧκε τάχει πρὸς ἡμᾶς τοὺς ἁμαρτωλούς. Ἐγὼ τὴν ψυχήν μου τίθημι ὑπὲρ σοῦ· ἐγὼ ἐγγυητὴς τῆς σωτηρίας σου· ἐγώ σε ἰατρεύσω ἁπαλοῖς φαρμάκοις· ἐγὼ σὺν Θεῷ ὁ τάλας ἀσπάσομαί σε ὑπὲρ τὸ πρότερον. Μόνον πρόσδραμε, μόνον μὴ στῆς ἔτι, ἀλλὰ τὴν μὲν Εὔαν ἄφες εἰς ἑαυτὴν παίζειν Εἰ δ᾽ οὖν ἀκούει θείως, ἔμβαλον εἰς σεμνεῖον· σαυτὸν δὲ παρέξεις τῷ Θεῷ καὶ ἡμῖν. Διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα τούτων ἀκούων, ἀλλάξῃς ἑαυτὸν, κατεπείγων πρὸς ἡμᾶς πρὶν ἢ φθάσει τὸ τέλος· πρὶν ἢ ἀποκλείσει κατὰ σοῦ ἡ ἀπαραίτητος ἀπόφασις.

· Contents ·