Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 89: To Abbot Theophilus
ΠΘ΄. — Θεοφίλῳ ἡγουμένῳ.
Οὐκ ὀλίγα τὰ ἀκουσθέντα μοι περὶ τῆς τιμιότητός σου, ἃ καὶ ἐλύπει με οὐ μετρίως· ὅμως ὅτι ἀπεσκευάσθησαν διὰ τοῦ τιμίου σου γράμματος. Καί γε δέδεκταί σου, τολμῶ λέγειν, ὁ Κύριος τὴν μετάνοιαν, καὶ τὴν ἀπολογίαν τῆς ἐν τῷ μοναστηρίῳ ἀνθυποστροφῆς· εἰ καὶ οὐκ ἀστεία τηνικαῦτα ἦν, ὅτε Χριστὸς ἐδιώκετο. Ἄρτι δὲ ἐπὰν ἐλώφησεν ὁ διωγμὸς, τίς λόγος ὑποστροφῆς, καὶ οὐχὶ μᾶλλον ἀθλήσεως; Ἀπ᾽ ἐμοῦ, φησὶν, ὄψεσθε, καὶ οὕτως ποιήσατε. Τοῦτό σε ἔδει φθέγξασθαι τοῖς φοιτηταῖς ἐκκαλουμένοις οἶκοι ἐπαναδραμεῖν· οὐχ ὑπακοῦσαι, καὶ γενέσθαι ὑποτύπωσιν ἤττης· καὶ ταῦτα μετὰ τὴν πτῶσιν· ἢ οὐκ οἶσθα ὅτι ἐπ᾽ ἀρνήσει Χριστοῦ ἦν ἡ κοινωνία σοί τε καὶ τοῖς συναπαχθεῖσιν ἀθέως; Εἶτα ἐπειδὴ εἵλου μετάνοιαν διὰ τῆς ὑποχωρήσεως· τοῦτο γὰρ τὸ κεφάλαιον τῆς μετανοίας, καὶ ἧς ἄνευ ἀμεταμέλητος ἡ πτῶσις· τί πάλιν ἐπὶ τὸ πλημμελὲς ἀνέκαμψας; Σύγγνωθι, Πάτερ· ἀναγκάζομαι ἐπιδόντος σου σεαυτὸν τῇ ταπεινώσει μου, λέγειν σοι ὡς ἀπὸ στόματος Κυρίου τὰ προσήκοντα. Τί οὐ πάντας ἢ ὁμοτρόπως συνδιώκεσθαί σοι νενουθέτηκας· ἢ μὴ βουλομένους εἴασας ὡς μισοχρίστους, ὡς φιλοσάρκους, ὡς ἀπειθεῖς, ἀλλ᾽ οὐχ υἱούς; Κἂν τούτῳ καὶ τὴν ἧτταν ἀνεκαλέσω καλῶς, καὶ τοῖς ὑπὸ χεῖρα ἐγένου ὑπογραμμὸς χρηστὸς, καὶ τῇ Ἐκκλησίᾳ Χριστοῦ ὥφθης οἰκοδομὴ, ἀντὶ καταλύσεως προτέρας.
Οὕτως εἰργάσατο ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν, καὶ ἡγούμενος τοῦ Μηδικίου· οὕτως ὁ ἁγιώτατος Πατὴρ ἡμῶν τῆς Λαοδικείας· ἐπεὶ καὶ ἕτεροι. Δυοῖν θάτερον· εἰ οὗτοι ἐνόμως, αὐτὸς ἀνόμως, καὶ εἶ τίς σοι ὁμοίως δέδρακεν. Ἀλλ᾽ εἰσί τινες, ὡς μανθάνω, τῆς συμπτωματικῆς συστοιχίας· ὧν τὰ ὀνόματα ἑκὼν ὑπερβήσομαι· οἱ λέγουσιν ὑπὲρ αὐτῆς μηδ᾽ ὁτιοῦν μετανοεῖν, μηδ᾽ αὖ ἐν συγχωρητικὸν καὶ μόνον ἐξαιτεῖν, καὶ καλῶς πεποιηκέναι· ἐξ οὖ καὶ οἱ ἀδελφοὶ, φασὶ, σέσωνται, καὶ οἱ ναοὶ ἀσίναντοι. Ὦ τῆς πωρώσεως! ὦ τῆς θεομαχίας! Χριστὸς ἤρνητο, ἀθετουμένης τῆς ἁγίας αὐτοῦ εἰκόνος· ἡ Θεοτόκος, ὁστισοῦν τῶν ἁγίων· δι᾽ ὧν καὶ ἀρχιερεὺς δεδίωκτο, καὶ ἐπίσκοποι περιορίζοντο, καὶ ἡγούμενοι ταυτοπαθοῦντες, μοναχοὶ καὶ μονάζουσαι, λαϊκοὶ, λαίζουσαι· οἱ μὲν τυπτόμενοι, οἱ δὲ φρουρούμενοι· ἄλλοι λιμοκτονούμενοι, ἕτεροι ξεόμενοι· ἄλλοι θαλαττευόμενοι, ἕτεροι θανατούμενοι· ἄλλοι κρυπταζόμενοι, ἕτεροι δραπετεύοντες. Πλήρεις αἱ ἐρημίαι καὶ τὰ σπήλαια· πλήρη τὰ ὄρη καὶ αἱ νάπαι· σάρκες κοπτόμεναι, αἵματα ῥέοντα, ἡ καθ᾽ ἡμᾶς οἰκουμένη κωδωνιζομένη τῷ διωγμῷ· πᾶσα ἡ ὑπ᾽ οὐρανὸν ὡς εἰπεῖν στοναχίζουσα, καὶ κατακλαίουσα· καὶ σὺ, ὦ τρισάθλιε, ἑαλωκὼς τῇ ψυχοφθόρῳ κοινωνίᾳ, καὶ μένων εἰς τὸ ὀλετήριον· ἐπ᾽ ἂν οὕτως· ἀλλ᾽ οὐ μοναστήριον· λέγεις εὖ ἔχειν· καὶ ἐγγελᾶς Ἰουδαϊκῶς τοὺς Χριστοφόρους, μᾶλλον δὲ αὐτὸν Χριστὸν, ὑπὲρ οὖ καὶ τὸ πάσχειν. Ποῖον δὲ καὶ διεσώσω ναὸν, τὸν ναὸν τοῦ Θεοῦ μιάνας σεαυτόν; Τίνας δὲ καὶ ἀδελφοὺς ἐφυλάξω· διεφθορότας τῇ ὀλεθρίᾳ σου κοινωνίᾳ, κἂν ἐν βρώμασι; σκάνδαλον τοῦ κόσμου, ὑπόδειγμα ἀρνήσεως, προτροπὴ ἀπωλείας, σὰρξ, ἀλλ᾽ οὐ πνεῦμα, σκοτὴρ, ἀλλ᾽ οὐ φωστήρ. Ταῦτα αὐτὴ ἡ ἀλήθεια βοᾷ πρὸς τοὺς οὕτως ἀσεβοῦντας· οὓς εἰ μὴ μετανοήσουσιν ἐπιλέγειν οὕτως ἄθεα, οὐ Χριστιανοὺς ἡγητέον.
Ἤκουσας τὸ κρῖμα, Πάτερ· ἡμάρτηκας ὑποστρέψας καὶ ἠθετηκὼς τὴν ὑπόσχεσιν. Πλὴν ὁ ἀγαθὸς Θεὸς συγχωρήσει σοι. Μεῖνον οὖν ἄρτι ἐν τῷ μοναστηρίῳ, ἐπ᾽ ἂν μετῆλθεν ἄλλως τὰ πράγματα· ἐχόμενος τοῦ ὁμολογοῦν παντὶ ἀνθρώπῳ τὸ ἥμαρτον· ὡς ἂν ὁ Θεὸς εὐμενισθείη, καὶ ἀναγάγῃ σε εἰς τὸ πρότερον φῶς, ὅτε ηὔγει ὁ λύχνος τῆς πολιτείας σου· ὅτε ἦς σεβαστὸς καὶ βασιλεῦσιν· ὅτε οὐδὲ τὸ τυχὸν παροφθὲν ἦν σοι ἀκαταφρόνητον. Καὶ πρὸς τὸ ἐξῆς ὡς οἰκονομήσει Κύριος τὰ τῆς Ἐκκλησίας, οὕτω καὶ λαλήσομεν· οὕτω καὶ συναποθανούμεθά σοι διὰ τὴν ἀγάπην ἐν τῇ ἀγάπῃ. Προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν· καὶ μὴ οἴου ὑπεροπτικῶς ἡμᾶς γράψαι· ἴσμεν γὰρ ἑαυτοὺς βδέλυγμα ἐν ἀνδράσιν ὁσίοις· ἀλλὰ διὰ τὸ ἀληθὲς καί σου σωτήριον. Εἰ δὲ καὶ ἄλλων, ὁ παθὼν ὁμολογήσοι Θεῷ τὴν χάριν.