Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 90: To Laurence, Symeon, Dionysius, Poemen, Litoius and the Others

Ϟ΄. — Τοῖς ἠγαπημένοις πνευματικοῖς τέκνοις τε καὶ ἀδελφοῖς, Λαυρεντίῳ, Συμεὼν, Διονυσίῳ, Ποιμένι, Λιτωῖῳ, καὶ τοῖς λοιποῖς ὧδε κἀκεῖσε διεσπαρμένοις, Θεόδωρος ἁμαρτωλὸς μοναχὸς ἐν Κυρίῳ χαίρειν.

Χαίρειν ἔστι πάντοτε τοῖς κατὰ Θεὸν ζῶσι· κἂν τοῖς τῆς χαρᾶς ἐναντίοις ὑποπέσοιεν· ἐπειδὴ ἓν εὐφροσύνης ἀληθινῆς ἔργον ἡ εἰς Θεὸν ἐλπὶς, καὶ τὸ ὑπὲρ αὐτοῦ καὶ δι᾽ αὐτὸν ζῇν, καὶ κινεῖσθαι, καὶ πᾶν ὁτιοῦν ἄλλο πράττειν. Ὅτι δὲ οὕτως ὑμεῖς, μαρτυρεῖ αὐτὰ τὰ πράγματα. Οὕτινος γὰρ ἄλλου ἕνεκεν ὁ σκορπισμὸς καὶ κόπος καὶ κλόνος ὑμῶν, ἢ δι᾽ αὐτὸν τὸν ἀγαθὸν Θεὸν ἡμῶν; Εἰ καὶ ὅτι νῦν τῇ αὐτοῦ προμηθείᾳ ἐλώφησεν ὁ διωγμός. Ἀναῤῥήσει τοῦ χρηστοῦ κράτους· καὶ παῤῥησίας θύρα ἀνεώχθη τοῖς δεδιωγμένοις, ἀπολαύουσι μετρίας ἀφέσεως καὶ εἰρήνης κατὰ πᾶσαν πόλιν καὶ χώραν. Ἐφ᾽ οἷς ὀφειλέται ἐσμὲν, ὦ Πατέρες, εὐχαριστίας προσάγειν Κυρίῳ, καὶ πρεσβείας ὑπέρ τε πλουσιωτέρας εἰρήνης, καὶ ἐπιστηρίξεως τῶν θεοπροβλήτων ἡμῶν βασιλέων. Οὗτος οὖν ὁ πρῶτος λόγος. Δεύτερον δὲ, ἵνα καὶ ἡμεῖς καὶ ὑμεῖς μὴ τὴν ἄφεσιν εἰς διάλυσιν ἀρετῆς δεξοίμεθα· ἀλλ᾽ ὅπουπερ ἐσμὲν ἕκαστος τὸ αὐτὸ φρονεῖν, τῷ αὐτῷ στοιχεῖν κανόνι, ἐν μηδενὶ διδόντες προσκοπήν· ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλ᾽ ἐν παντὶ συνιστῶμεν ἑαυτοὺς, καθὰ γέγραπται, ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ, ἐν θλίψεσιν, ἐν στενοχωρίαις, ἐν ἄλλοις οἷς ὁ βίος τῶν παρουσῶν ἡμερῶν ὑποπίπτει. Οὕτω γὰρ καὶ τὰ προηνυσμένα φυλάττοιμεν ἀναφαίρετα, καὶ τὰ ἤδη προσπίπτοντα εὐμαρίζοιμεν, καὶ τὰ μέλλοντα θεοπρεπῶς ὑπαντήσοιμεν.

Ὧδε ἐσμὲν πρὸ τοῦ ἄστεως παροικοῦντες εἰδήσει τῆς βασιλείας, ὁρῶντες καὶ ὁρώμενοι ὑπὸ τῶν φοιτώντων ἀδελφῶν καὶ Πατέρων ἡμῶν· καὶ ἡ ἐλευθερία πρὸς τοῦ ἀγαθοῦ βασιλέως ἐπιτεταγμένη. Πρὸς τὸ ἑξῆς ὡς ἂν εὐοδοῖ Κύριος· ἢ κελεύῃ τὸ κράτος ἐπιμένειν ἐνταῦθα, ἢ ἀλλαχῆ μεταπίπτειν τε καὶ ὑποχωρεῖν, οὕτω καὶ ἐνεχθησόμεθα. Μόνον αὐτοὶ τοῦ ἔργου ὑμῶν ἐχόμενοι, ἔχεσθε καὶ τοῦ προσεύχεσθαι περὶ τῆς ταπεινώσεως ἡμῶν· ὡς ἂν ἀπρόσκοποι ὦμεν τοῖσδε κἀκείνοις, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Τοὺς πρὶν ἀποῤῥαγέντας ἀβούλως ἀδελφοὺς κατὰ πολλοὺς τρόπους εὐδόκησεν ὁ Θεὸς ὁ ὑπεράγαθος, ἑνωθῆναι ἡμῖν μετὰ τοῦ προσήκοντος λόγου. Καὶ ἐχάρημεν οἱ ἀνάξιοι χαρὰν μεγάλην· ὅτι ἃ οὐκ ἠλπίζομεν οἴδαμεν ἐν ὀφθαλμοῖς ἡμῶν, καὶ συνουλώθη τὰ διασπασθέντα μέλη, καὶ ἑορτάζομεν ἑορτὴν Κυρίῳ ἐν τῇ ἑνὸς ἑκάστου συνδρομῇ, καὶ ἀνθομολογούμεθα τῷ Κυρίῳ, καὶ ἀπευχαριστοῦμεν τοῖς κρατοῦσιν· ὅτι εἰ καὶ μηδὲν ἄλλο, ὅσον πρὸς ἡμᾶς μέγα τὸ δώρημα· καὶ πάλιν, ὅτι οὐκ ἂν ἄλλως εὐθέτως ἔσχομεν τὴν σύμβασιν, ἢ τὸ οὕτως ἀφεθῆναι ἡμᾶς τῶν φυλακῶν· καὶ καθεσθῆναι ἐν καθίσματι τηλικούτῳ. Πάντα εἰς καλὸν ἡμῖν συνέδραμε, καὶ συνδράμοιεν εὖ οἶδ᾽ ὅτι εὐχαῖς ὑμῶν ἁγίαις. Ἐπειδὴ δὲ ὁ λόγος περὶ ἀνακλήσεως· ἀνεκλήθη καὶ ἡνώθη ἡμῖν σὺν τοῖς ἄλλοις καὶ πλέον μᾶλλον τῶν ἄλλων ὁ γραμματηφόρος, ὁ ἀγαπητὸς ἡμῶν υἱὸς Κλέμης ὁ εὐλαβέστατος ἡγούμενος, πάντα ἀσμένως εἰσδεξάμενος ἃ ἔδει αὐτῷ λαληθῆναι, καὶ περὶ πάντων ποιησάμενος τὴν προσήκουσαν ἀπολογίαν. Ἐφ᾽ ᾧ καὶ ἀρεσθέντες ἡσπασάμεθα αὐτὸν ἐνστερνισμένως· ἐλπίζοντες καὶ δι᾽ αὐτὸν αὔχημα ἔχειν οἱ ἁμαρτωλοὶ σωτήριον αὐτὸ τοῦτο. Καὶ ὑμεῖς προσήκασθε παρακαλῶ τὸν ἀδελφὸν ὡς ἀδελφοὶ, τὸ μέλος ὡς μέλη, τὸν ὁμόφρονα ὡς ὁμόφρονες. Οὕτω γὰρ αὐτὸν εὕροιτε χάριτι Χριστοῦ ἐν πᾶσιν εὐ ἔχοντα καὶ ζητοῦντα Θεόν.

· Contents ·