Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 91: To the Abbess of Nicaea
ϞΑ΄. — Ἡγουμένῃ τῆς Νικαίας.
Καὶ πρότερον αἱ περὶ τῆς τιμιότητός σου ἀγαθαὶ ἀκοαὶ εἴλκυσαν ἡμᾶς ἐπιστεῖλαί σοι. Καὶ νῦν ταῖς αὐταῖς εὐφημίαις ἐπερειδόμενοι καὶ γράφομεν καὶ προσαγορεύομεν τὴν σεμνοπρέπειάν σου· ἀποδεχόμενοι καὶ μακαρίζοντες, ὅτι εἴλου διὰ Κύριον ὑπεῖσαι θλίψεις καὶ στενοχωρίας, διωγμὸν τῆς μονῆς, καὶ ἐξορίαν μεταθέσεως, καὶ εἴ τι ἄλλο περιστατικὸν καὶ ὁμολογίας ὑποδεικτικόν. Ταῦτα αἰνέσεως καὶ ἐξομολογήσεως· ταῦτα Νύμφης Χριστοῦ ἔπαθλα καὶ ἀγωνίσματα, καὶ τὸ ἔτι ἀξιαγαστότερον, ἡ περὶ τὰς ὑπὸ χεῖρα ἀδελφὰς ὁσιότης· ὅτι κἀξ αὐτῶν εἵλοντο συναποδύσασθαί σοι τῇ ὁμολογίᾳ, καὶ ἠνδρίσαντο, καὶ ἐμαστιγώθησαν καὶ περιωρίσθησαν, καὶ ἐδόξασαν τὸν Θεὸν ἐν τῷ σώματι αὐτῶν, καὶ ἐν τῷ πνεύματι. Ὦ τῶν ἄθλων! οὐὰ τῆς καλῆς παιδαγωγίας! οἷον τὸ ἄρχον, τοιοῦτον καὶ τὸ ἀρχόμενον· οἷα ἡ διδάσκαλος, τηλικαῦται καὶ αἱ μαθήτριαι. Σοὶ εὖ ἔχει λέγειν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, ἔναθλοι, ἀνδρικαὶ, φιλόχριστοι μᾶλλον ἢ φιλόσαρκοι, πάντα σκύβαλα ἡγούμεναι, ἵνα Χριστὸν κερδήσωσι· πάντα τὰ μέλη Χριστῷ προσενέγκασαι, ἵνα τὸν ἐραστὴν θεραπεύσωσι. Μετὰ ὁμολογητῶν συνετάγητε, μετὰ μαρτύρων ἐστεφανώθητε, ὅσον ἐκ τοῦ φθάσαντος. Ἀλλ᾽ ἐπειδὴ, ὦ μῆτερ, οὐδεὶς στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ, νόμιμον δέ ἐστι τὸ μέχρι τέλους καὶ πίστει καὶ βίῳ ἀριστεῦσαι· παρακαλῶ καὶ ὑπομιμνήσκω· ἀξίως περιπατῆσαι ἡμᾶς τῆς κλήσεως ἧς ἐκλήθημεν· μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος· μετὰ ἀσφαλείας πρὸς τὸ ἑξῆς, μήτε ἁλῶναι τῇ ἔτι κορυβαντιώσει αἱρέσει ἀρνησιχρίστῳ· μήτε τι κατὰ τὸν ὀφειλόμενον κανονίζεσθαι ἀσκητικὸν βίον παρατρέπεσθαι· ἀλλὰ πάντα ποιεῖν εἰς δόξαν Θεοῦ· παντοίως διαλάμπειν τῷ φωτισμῷ τῶν ἐντολῶν· ὅπερ πιστεύω ἐνεργεῖν ὑμᾶς εἰς ἔπαινον δόξης Χριστοῦ, εἰς αὔχημα αἰώνιον ὑμῶν· εἴη δὲ εἰπεῖν καὶ ἡμῶν τῶν ἁμαρτωλῶν. Καὶ γὰρ εἰ ἑνὸς Πατρός ἐσμεν, ἀδελφοὶ πάντες ἀλλήλων χρηματίζομεν· καὶ τὰ πάντων σπουδάσματα, ἐκκαυχήματα οἱ πάντες οὐκ ἀπεικότως ἡγούμεθα, Προσεύχεσθε περὶ ἡμῶν· ὁ ἀσπασμὸς ἡμῶν ἐν Πνεύματι. Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ Πνεύματος ὑμῶν. Ἀμήν. Ἀκήκοα ὅτι ἐγκράτειαν ἕλκεις πολλὴν, καὶ ἤσθην· πλὴν ἐπειδὴ τὸ μέτριον ἐν πᾶσιν ἄριστον, ὑπομιμνήσκω, μετρίωσον ἑαυτὴν κἂν τούτῳ, ἵνα καὶ δουλαγωγῆται τὸ σῶμα, καὶ μὴ ἀτονῇ ὑπουργεῖν ταῖς ἐντολαῖς.