Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 2, Letter 92: To the Bishops Exiled for Christ in Cherson

ϞΒ΄. — Ἐπισκόποις τοῖς διὰ Χριστὸν φυγαδευθεῖσιν ἐν Χερσῶνι.

Ἀληθινῆς ἀγάπης ἔργον καὶ πίστεως ἀνυποκρίτου ἀπόδειξις τὸ ἐκ τοσούτου διαστήματος τοπικοῦ ἀποστεῖλαι τὴν πατρικὴν ὑμῶν ἁγιωσύνην ἕνα τῶν συνδεδιωγμένων ἀδελφῶν, Ἀγαπητὸν τὸν αἰδεσιμώτατον μοναστήν· μᾶλλον δὲ μακαριώτατον κατὰ τὸ ὑπὸ Κυρίου ᾀδόμενον ἐν τοῖς δεδιωγμένοις ἕνεκεν δικαιοσύνης· ἐπισκοπὴν ποιησόμενον, προηγουμένως μὲν τῇ θείᾳ καὶ κορυφαιοτάτῃ κάρᾳ, ἔπειτα ἡμῖν τοῖς ἐλαχίστοις ἐν ἀδελφοῖς καὶ υἱέσι πνευματικοῖς. Ὦ τῆς καλῆς εὐβουλίας! ὦ τῆς εἰλικρινοῦς ἀγάπης! καὶ τίνων ἄλλων, ἢ τῶν διὰ Χριστὸν ἐλομένων καὶ τῶν οἰκείων ἐκστῆναι, καὶ εἰς τὴν ἀλλοδαπὴν ἐκπεφευγέναι· τοσούτῳ μήκει θαλάσσης διειργομένην· καὶ τληπαθεῖν ἐκεῖ ὅσα εἰκὸς ἐπισυμβαίνειν, τοῦτο ἐναργέστατον δεῖγμα καθέστηκεν. Εὐλογητὸς οὖν Κύριος ὁ Θεὸς, ὃς κατένυξεν ὑμᾶς ἐπὶ τοσοῦτον πρὸς τὴν εὐτέλειαν ἡμῶν· καὶ ὃς ἔδωκεν ἰσχὺν καὶ χάριν τῷ Ἀποστόλῳ γνωρίσαι ἡμῖν πάντα, ἅπερ καὶ ἠνύσατε· καὶ ἔτι φέρετε τρισόλβιοι Πατέρες· ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐφ᾽ οἷς ἀκούσαντες ἐχάρημεν, ἠνέσαμεν, ἀνθωμολογησάμεθα· εἴπομεν, ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν· εὐαρεστούμενος καὶ θεραπευόμενος τῇ ὑπὲρ ἀληθείας ὁμολογίᾳ.

Ἐμοὶ δὲ δοκεῖ, οὐχ εἵνεκα ὑμῶν σώματος μόνον· ἀλλὰ γὰρ καὶ ἐν τοῖς αὐτόθι σωτηρίας τὴν φυγαδείαν οἰκονομηθῆναι, παρὰ τῆς τὰ πάντα σωζούσης προνοίας. Ἐπειδήπερ ἐπιστάντες ὥφθητε φωστῆρες τῶν ἐν σκότει καὶ πλάνῃ βίου, ὁδηγοὶ τυφλῶν· παιδευταὶ ἀρετῆς, κήρυκες εὐσεβείας· διδάσκαλοι τῶν ἐνταῦθα πραχθέντων κατὰ Χριστοῦ φοβερῶν τολμημάτων. Οὕτω καὶ ἐν τοῖς αὐτόθι καὶ πανταχοῦ γῆς τε καὶ θαλάσσης ηὔγασε Κύριος τοὺς ὁμολογητὰς, εἰς ἔνδειξιν ἀληθείας, εἰς ἀποτροπὴν ἀσεβείας· καθάπερ ἐπὶ τῶν ἄνωθεν χρόνων· καὶ ἐμεγαλύνθη τὸ ὄνομα αὐτοῦ, καὶ ἐδοκιμάσθη ὁ ἐκλεκτὸς λαὸς Χριστοῦ, καὶ ἀπεδοκιμάσθη ὁ μισόχριστος θίασος· καὶ τέλος ἔλαβεν ὅρον ζωῆς, ἐπάξιον τῆς τόλμης ὁ μέγας δράκων, ὁ Ἀσσύριος νοῦς, ἧς ἔδρασε κατὰ Θεοῦ· τὸ δὲ ὅπως νῦν ἔχει τὰ ἐνταῦθα, παρέλκον ἂν εἴη λέγειν· διὰ τὸ τὸν γραμματηφόρον ἱκανὸν εἶναι χάριτι Χριστοῦ, ἕκαστα ἐκδιδάξαι ἐμμελῶς· ᾧ καὶ παρεθέμεθα μετὰ τῆς ἐπιστολῆς καί τινα διανομὴν, ἣν καὶ καταξιώσατε εἰσδέξασθαι, χαριζόμενοι ἡμῖν τὰς τιμίας προσευχὰς εἰς στηριγμὸν ψυχῆς.

· Contents ·