Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 2, Letter 93: To the Abbess of Gordina
ϞΓ΄. — Τῇ ἡγουμένῃ τῶν Γόρδινα.
Ἀπήτησεν ἡμᾶς ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Ἀντώνιος τὸ παρὸν γραμματεῖον, λέγων ὅτι τοῦτο ὑπεσχόμην πάλαι ποιῆσαι. Καὶ δι᾽ αὐτὸ οὖν τοῦτο, καὶ διὰ τὰς ἀποστολὰς ὑμῶν, ἰδοὺ προσφθέγγομαι καὶ προσαγορεύω ὑμᾶς, ὡς μητέρας, ὡς ἀδελφὰς ἐν Κυρίῳ· μεμνημένος τῆς ὑπαντῆς ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ· διαφυγοῦσαι τὴν κοινωνίαν τῶν αἱρετικῶν, καὶ διατηρήσασαι ἀσπίλους ἑαυτὰς ἀπὸ τοῦ κόσμου. Βλέπετε οὖν καὶ πρὸς τὸ ἑξῆς, ἅγιαι· ἐπειδὴ ἐνίσταται ἡ....