Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 2: To the Same
β΄. Τῷ αὐτῷ.
Δὶς ἄρτι ἐπιστέλλω μετὰ τὴν ἀπὸ τοῦ Βυζαντίου ἄφιξιν τῆς ἁγιωσύνης σου· ἐγὼ δὲ καθ᾽ ἑκάστην ἐβουλόμην τοῦτο ποιεῖν, εἰ οἷον τε ἦν· ὅμως χάριν τῷ θεῷ ἀναθετέον ὅτι ἐν τοσούτῳ διαστήματι, ἔδωκεν ὁ ἀγαθὸς ἐντὸς ὀλίγου χρόνου τῇ τοῦ γράμματος μεσιτείᾳ ὁμιλῆσαι ἡμᾶς ἀλλήλοις, ἠγαπημένε· ἡ μὲν οὖν τῆς ποντοπορίας μέριμνα κατέληξεν ἡμῖν· πιστεύομεν γὰρ τῷ θεῷ ἀποσεσώσθαί σε ἀκινδύνως μέχρις οὗ περιωρίσθης τόπου ὑπὲρ ἀληθείας ὁ τῆς ὀρθοδοξίας στύλος καὶ τὸ τῆς ἐκκλησίας ἑδραίωμα· ὁποῖος δὲ ὁ χῶρος καὶ ἡ ὑποδεξαμένη σε ἐστεία, οἵ τε κτήτορες, ἐνστρέφεται ἡμῶν ἐν τῇ κατὰ νοῦν θεωρίᾳ ποικίλαις μορφαῖς διαζωγραφούμενα, μήπως δύσχρηστα· ὅλως ὁποῖα ποτ᾽ ἂν εἶεν, οἶδ᾽ ὅτι ἐνέγκοι ἡ θεοφιλία σου ἐνειθισμένη ταλαιπωρεῖσθαι ἐν τοῖς ὑπὲρ Χριστοῦ μαρτυρίοις· περὶ γὰρ ἡμῶν τῶν ἁμαρτωλῶν, οὐδὲν τί καινότερον τῶν προεγνωσμένων σοι· ἢ ὅτι λόγος ἐῤῥύει μεθερίζεσθαι ἡμᾶς ἀλλαχοῦ πάλιν· τοῦ κυρίου δὲ ἡ γῆ πάντως, ἐφ᾽ ἣν ἂν παραῤῥιφῶμεν· εἴπερ μὴ διαλείποις προσεύχεσθαι ἐν ἀγαθοῖς ἡμᾶς ἀναστρέφεσθαι διανοίᾳ καὶ καρδίᾳ καὶ ψυχῇ· ὁμολογοῦμεν γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι.
Τὰ δὲ τῆς αἱρέσεως αὔξει καθ᾽ ἑκάστην κατὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ οἱονεὶ παφλάζει τῇ πυρᾷ τῶν βασάνων καὶ ἐξοριῶν, ἐνισταμένων χάριτι Χριστοῦ πλείστων ὅτι μάλιστα ἡγουμένων, ἐῶ λέγειν ὑποτακτικῶν· καί γε ὁ ποτὲ διώκτης Χριστοῦ, νῦν ὑπὲρ αὐτοῦ πάσχων, Ἰωσὴφ ὁ εὐλαβέστατος ἡγούμενος· ἴδε οὖν θεοῦ φιλανθρωπίαν, ἀδελφὲ, πῶς σώζειν ἐθέλει πάντας· ἀλλὰ ἄθρει πάλιν τὸν δόλιον ἐχθρόν· ἦρεν τὸν οὐδέποτε πιστὸν, ἀλλὰ πολλαχῶς προδότην, Νεκτάριον τὸν ποτὲ ἡμέτερον, νῦν δὲ μετὰ τῶν ἀσεβῶν· καὶ τό γε σχετλιώτερον, ὅτι εἷς ἐστι τῶν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούντων παρὰ τῶν καθηγουμένων τῆς ἔξω χώρας· μὴ οὖν θαυμάσῃς, ὦ ἄνθρωπε τοῦ θεοῦ, μηδὲ λυπήσῃ σε πολὺ, ἐπεὶ οὐδὲ ἄλυπον πάντως τὸ ἐκ τοῦ κόλπου ἡμῶν ἐξελθεῖν τὸν ἄνομον· ἐπεὶ καὶ ἐξ ἀποστόλων Ἰούδας· εὕροιεν δὲ ἔλεος οἱ συναποθνήσκοντές σοι πιστοὶ ἀδελφοὶ ἡμῶν, οὓς καὶ προσαγορεύω πλεῖστα· ἐξαιρέτως τὸν καλόν μου Ἄνθον, εἰ σύνεστι, καὶ τὸν φερώνυμον Ἀθανάσιόν μου· οἱ σὺν ἐμοὶ, μετ᾽ αἰδοῦς κατασπάζονταί σου τὰ ἴχνη.