Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 10: To Anatolius and Sabatius, His Sons
ι΄. Ἀνατολίῳ καὶ Σαβατίῳ τέκνοις.
Τρίτην ταύτην ἐπιστολὴν ὑμῶν ἐδεξάμην ἐπιπόθητά μου τέκνα καὶ λίαν ἠγαπημένα· ἀφ᾽ ἧς πολλὴν ὑμῶν κατέμαθον τὴν ἀγαθὴν πρὸς θεὸν διάθεσιν, καὶ πρός με τὸν ἁμαρτωλὸν σχέσιν· τὸ γὰρ πυκνοτέρως γράφειν, καὶ γνωρίζειν τὰ οἰκεῖα, καὶ μὴν καὶ τῶν ἀδελφῶν τῶν ἐν τοῖς αὐτόθι διεσπαρμένων, ποῦ καὶ πῶς αὐτοὺς καθέζεσθε, ὅπερ ἐδήλου ἡ προγενεστέρα συλλαβὴ, ἀπόδειξιν ἔχει τῆς θερμῆς ὑμῶν φιλοπατορίας καὶ τῆς διακαοῦς θεοζηλίας· ἐν αἷς φυλαχθείητέ μοι ὦ καλοὶ παῖδες, θέρμην ἐκ θέρμης προσλαμβάνοντες καὶ ζωπυρούμενοι τῷ πνεύματι εἰς πᾶν ἔργον ἀγαθόν· ὑπομονῆς ὁ καιρὸς ἀδελφοὶ, κακοπαθείας ὦ στρατιῶται Χριστοῦ· ταλαιπωρήσατε· οὐκ ἄξια τὰ παθήματα πρὸς τὴν μέλλουσαν δόξαν, ὑπὲρ ἧς πολλὰ ἐνιδρώσαντες ἐπέτυχον οἱ πατέρες ἡμῶν τῶν στεφάνων· οἴδατε τοῦτο ὅτι Νεκτάριος ἀρχαῖος προδότης ἀπεστάτησεν, χείρω τοῦ Ἰούδα πράττων· ὅτι ὁ μὲν ἔξαρνος γενόμενος καὶ προδοὺς τὸν κύριον τῆς δόξης, ἀπήγξατο μεταμελείᾳ· ὁ δὲ αὐτομόλως καὶ τὸν Χριστὸν ἠθέτησεν διὰ τῆς ἀρνήσεως τῆς ἁγίας αὐτοῦ εἰκόνος, καὶ ἀμεταμελήτως μετὰ τῆς οἰκείας ψυχῆς ἀπώλεσε καὶ ἄλλων πολλῶν, ἀπαιτῶν τὰ τῆς ἀσεβείας χειρόγραφα· καί γε Ὁρέστης λειποτακτήσας ἐκ τῶν ἑπτὰ διὰ τὰ μυσαρὰ πάθη, ἀπέδωκεν ἑαυτὸν τῷ βαλανείῳ τῆς ἀποστασίας.
Διὸ τέκνα μου φυλαττοίμεθα· ἀσεβῶν γὰρ καταπιπτόντων, οἱ δίκαιοί φησιν ἔμφοβοι ἔσονται· προσέχετε ἑαυτοῖς, παρακαλῶ, καὶ μὴ δότε τόπον τῷ διαβόλῳ· ἀλλ᾽ ἔστω ὁ φόβος τοῦ θεοῦ φρουρῶν ὑμᾶς ἐν πᾶσι· ζηλῶ ἐφ᾽ ὑμᾶς τοῦ εἶναι πεπαιδευμένους, ἀλλὰ βλέπετε ὅτι ἡ γνῶσις φυσιοῖ τοὺς ἀπροσέκτους, καὶ ἡ φυσίωσις καταράσσει· ὑμῖν οὖν καὶ ἡ γνῶσις προστεθείη, καὶ ἡ ταπείνωσις ὑψωθείη· μεθορίζουσίν με ἐκ τῆς Μετόπης εἰς Βονήτης τὸ κάστρον εἰς ἀνατολικούς· καὶ χαίρω λίαν ὅτι διὰ τὸν κύριόν μου καὶ θεὸν μεταβιβάζομαι· εὔχεσθε ὑπὲρ ἐμοῦ τέκνα μου, ἵνα σώζωμαι, παρακαλῶ· ὀρέγοιτε χεῖρα τοῖς ἀδελφοῖς ὑμῶν καὶ μάλιστα τοῖς δέκα, λόγῳ, ἔργῳ, κατὰ τὸ δυνατὸν, ἵνα ἀναπληροῦντες ἦτε τὸ ὑστέρημά μου· οἱ ἀδελφοὶ ὑμῶν Ὑπάτιος καὶ Νικόλαος θερμῶς προσαγορεύουσιν· ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν· ἀμήν.