Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 9: To Timothy, His Son

θ΄. Τιμοθέῳ τέκνῳ.

Ὦ καλὲ Τιμόθεε, πάντοτέ σε οἶδα φιλόθεον, φιλοπάτορα, εὔνουν, σύμψυχον, ἄδολον, οἰκοῦρον, εὐσυμπάθητον, πρὸς τὸν μακάριον πατέρα ἡμῶν, πρός με τὸν ἁμαρτωλὸν, πρὸς τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον· δεῖξον οὖν τὸ παρὸν ἔργα δυνάμεως σου, φιλίας, εὐπιστίας, θεοσεβείας, θεοζηλίας· τί ταῦτα; ἵνα μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδ᾽ ὁπωσοῦν λαμβάνων ἄνεσιν ἕως ἂν καταλάβῃς τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον· συμπόνησον αὐτῷ τέκνον μου ἠγαπημένον, συνάθλησον, σφράγισον τὰ παρελθόντα τοῖς ἤδη φθάσασιν· οὕτω γὰρ εὐαρεστήσῃς κυρίῳ, οὕτω κἀμὲ τὸν ἁμαρτωλὸν θεραπεύσεις· μόνον εὐσκόπως καὶ τετηρημένως ἀπιὼν καὶ καταλαμβάνων αὐτὸν, διδοὺς καὶ τὰ γράμματά μου· εὔχου μοι ἀεὶ τέκνον ποθινόν.

· Contents ·