Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 11: To Peter of Nicaea

ια΄. Πέτρῳ Νικαίας.

Πολλάκις προθέμενος ἐπιστεῖλαι τῇ ἐμοὶ ποθητῇ καὶ πατρικῇ ἁγιωσύνῃ σου, ἐκωλύθην ὑπὸ τῶν ἁμαρτιῶν μου· οὐ γὰρ ἄλλό τι αἰτιάσομαι μέχρι τοῦ δεῦρο· νῦν δὲ ἐπιτυχὼν καιροῦ καὶ γραμματηφόρου, ἡδέως ἤδη προσφθέγγομαι καὶ προσαγορεύω τὴν ἐμοὶ σεβασμίαν καὶ ἱερὰν κεφαλήν· εἰ γὰρ καὶ τὰ μάλιστα ἅπας ἐναθλῶν ὑπὲρ εὐσεβείας ἐραστὸς τῇ ἐμῇ οἰκτρότητι, ἀλλ᾽ ὅμως ἐξαίρετόν μοι τὶ σέβας ἐπὶ τῇ σῇ πατρότητι πρόσεστιν· ἐπεὶ γὰρ φιλοῦμαι ἀναξίως παρ᾽ αὐτῆς, οὐκ ἀπεικότως καὶ φιλῶ παρὰ τοὺς πολλούς· ὅτι δὲ στέργομαι, δεῖγμα μέγιστον τὸ ἐν καιρῷ τῆς τῶν πραγμάτων κωδωνήσεως ὡς εἰς τί χρήσιμον ὄντά με τῷ κοινῇ συμφέρων ἐκθειάζεσθαι πρὸς αὐτῆς καὶ ἐπαινεῖσθαι· καὶ ταῦτα οὐκ ἰδίᾳ πως καὶ ἐν παραβύστῳ, ἀλλ᾽ ἤδη καὶ ἐπ᾽ αὐτὰς τὰς ἀρχιερατικὰς ἀκοὰς ἀναφερούσης· ὃ τῆς σῆς μὲν φιλίας καὶ ἵν᾽ οὕτως εἴπω ξενολογίας ἐπίσημον· τῆς δ᾽ οὖν ἐμῆς ἀναξιότητος ἔκφυλον, ὑποφριττούσης εἰσέτι καὶ νῦν τὸν τῆς θεοφροσύνης σου ἔπαινον· τοσαῦτα μὲν περὶ τούτου εἶδος ἀπολογίας μοι ποιουμένῳ.

Τί δ᾽ ἂν τὰ ἑξῆς; ἤρθης ὁ πατὴρ καὶ μετήρθης· περιωρίσθης καὶ μεθωρίσθης· ἀκοὴ ἐξ ἀκοῆς προσπελάζουσα, ἐθρόησεν, ἐπτόησεν ἡμᾶς τὰ τέκνα σου οὐκ εἰδότας τὸν τρόπον, ἀγνοοῦντας τὰς διαθέσεις· ἡμεῖς γὰρ οἱ ταπεινοὶ ὡς ἔν τινι ἀγκύρᾳ ἐν τῇ νῦν κλυδωνιζούσῃ καὶ καταποντιζούσῃ αἱρέσει, πεποιθότες ἐσμὲν ἐπὶ τῇ μεγαλωσύνῃ σου, πηδαλιουχούσῃ καὶ ἀπευθυνούσῃ ἡμᾶς ταῖς θεοσθενέσιν ἐνστάσεσιν εἰς ἀκίνδυνον εὐπλοίαν· γνώρισον οὖν ἡμῖν ὦ μάκαρ ἀκροθιγῶς ὅπως τὰ κατὰ σὲ, ἵνά σου τῷ ἐρείσματι περιζωννύμεθα δύναμιν· καὶ πρὸς τούτοις, σθένοις ταῖς προσευχαῖς, ἀλείφοις ἡμᾶς ταῖς παραινέσεσι· πείθοις ὡς οὐκ εἰς τέλος ἀφήσει κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν παίουσαν τὴν αὐτοῦ ἐκκλησίαν· εἶτ᾽ οὖν καρτερῶς ἡμᾶς φέρειν τὴν βραδύτητα, ἣν τοῖς ἀθεωρήτοις αὐτοῦ κρίμασιν τῆς σοφίας οἶδεν συμφερόντως ἐπάγεσθαι ἡμῖν τοῖς ταπεινοῖς πάντως.

· Contents ·