Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 100: To Hegesimus, His Son
ρ΄. Ἡγησίμῳ τέκνῳ.
Εὖγε τέκνον Ἡγήσιμε, ἡγοῦμαι σε ὁμολογητὴν Χριστοῦ· ἡγήθης γὰρ καλῶς εἰσελθεῖν εἰς τὸ στάδιον σὺν τοῖς ἀδελφοῖς σου τῆς σωτηρίας· ἐξεδύθης σὺν Χριστῷ· ἐμαστιγώθης σὺν αὐτῷ· σύμμορφος ἐγένου τῷ σώματι τῆς δόξης αὐτοῦ· οὐ χαίρεις; οὐ σκιρτᾶς; πόσοι τῷ πλήθει οἱ ἀδελφοί σου, καὶ ὅμως σὺ κατηξιώθης σὺν τοῖς ἐννέα ἀθλοφορῆσαι· πόθεν σοι τοῦτο ὦ τέκνον; δόξασον, ὕμνησον, αἴνεσον, τὸν δωρεάν σε μεγαλύναντα κύριον· μὴ μέντοι ἀναπέσῃς καὶ θερμῶς δουλεύων αὐτῷ διὰ πάσης ἐντολῆς· ἔτι γὰρ ἐνέστηκε τὸ μαρτύριον, ἕως ἂν ὁ θάνατος παρῇ· μὴ ἀπονυστάξῃς κατὰ ψυχήν· ἐργάζου ταῖς χερσί· ψάλλε τῷ πνεύματι, ψάλλε καὶ τῷ νοί· κάθαιρε τὸν νοῦν ἀπὸ τῶν κοινούντων τὴν καρδίαν λογισμῶν πονηρῶν· χαῖρε τῇ ἐλπίδι, ὑπόμενε τῇ θλίψει, μνημόνευε τὴν ἔξοδον, μιμνήσκου τῆς ἡμέρας τῆς φοβερᾶς τῆς ἀνταποδόσεως· προθυμοῦ ἂν δέῃ καὶ πάλιν μαστιγωθῆναι, τυχὸν καὶ θανεῖν διὰ Χριστὸν, ὅπως εἴη σοι λέγειν ἐν χαρᾷ, ὅτι «ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς·» προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σώζωμαι ἐν πᾶσιν· προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ἡ χάρις μετὰ σοῦ· ἀμήν.