Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 99: To Parthenius, His Son

ϟθ΄. Παρθενίῳ τέκνῳ.

Ὦ καλὲ Παρθένιε, θεοῦ στρατιῶτα, ἐμὸν γνήσιον τέκνον, καὶ σὺ ἐν ἀθληταῖς Χριστοῦ; καὶ σὺ ὑπέρμαχος ὀρθοδοξίας, μικρὸς ἐν ἡλικίᾳ, καὶ μέγας ἐν εὐψυχίᾳ; δεῦρο φράσον μοι, υἱέ μου ποθητὲ, πῶς προείλου παθεῖν ὑπὲρ Χριστοῦ; πῶς ἤνεγκας μαστιχθῆναι σὺν τοῖς πολυχρονίοις, ὁ νεανίσκος Χριστοῦ, ὁ ἴουλος τὴν ὄψιν; ὁ ἀρνιὸς ὁ λογικός· δόξα τῷ δυναμώσαντί σε θεῷ· αἷνος τῷ ἐκλεξαμένῳ σε Χριστῷ ἕνα τῆς δεκαδικῆς σου ἀδελφότητος ἀστέρα εὐσεβείας διαδειχθῆναι· διηγωνίζου πρὸ πράγματος, ὡς ἤκουσταί, μου· καὶ ἔφθασας μακαρισθῆναι ὑπὸ τῶν ἀκουσάντων σε, καὶ μὴ ἀκηκοότων· ὑποπρῶτον σε ἐνέταξα, καὶ τῶν πρώτων πρώτιστος ἐν ἀρετῇ ἐγένου· υἱέ μου χαῖρε, αἴνει τὸν θεὸν τὸν μεγαλύναντά σε, μεγαλύνει σε δὲ ἔτι μάλα, ἐὰν τελειώσῃς σου τὸν ἀγῶνα· διὸ ἐρωτῶ καὶ παρακαλῶ σε στῆθι, κραταιοῦ ἐν ὑπομονῇ, μεμνημένος σου τῶν καλῶς διηνυσμένων ἀγώνων· ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ· οἴαν χαρὰν μέλλεις κτᾶσθαι ἐν καιρῷ ἀναλύσεως τοῦ σώματος, ἢ καὶ πρὸ τῆς διαζεύξεως; τέκνον πρόσεχε σεαυτῷ ὅτι καὶ ἔνδον ἀεὶ ὁ τύραννος διάβολος ἐρεθίζων ἔστι διὰ τῶν παθῶν· ἄθλησον καὶ κατὰ συνείδησιν, μὴ ὑποσκελιζόμενος τῇ ἁμαρτίᾳ· νῆφε γρηγόρως καθ᾽ ἡμέραν, καὶ ὡς τελευταίαν τοῦ βίου σου τὴν φθάσασαν πάντοτε ὑποτίθεσο· ἵνα οὕτως ἐν φόβῳ καὶ τρόμῳ εὐαρεστήσῃς θεῷ, τὸ μὲν ἐργαζόμενος ταῖς χερσὶ, τὸ δὲ ψαλμολογῶν, τὸ δὲ προσευχόμενος· εἴτι ἄλλο εἰς παραβίβασιν τῆς ἡμέρας· ναὶ τέκνον μου, πλήρωσόν μου τὴν χαρὰν, ἵνα ἀκούων τὰ περὶ σοῦ, χαίρω καὶ ἐγκαυχῶμαι· προσεύχου δὲ καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ πατρός σου· οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε.

· Contents ·