Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 101: To Stephen, His Son
ρα΄. Στεφάνῳ τέκνῳ.
Χάρις σοι ἀδελφὲ Στέφανε, τέκνον μου ἠγαπημένον, ἀθλητὰ Χριστοῦ· ἐπισκέπτομαί σε διὰ τοῦ γράμματος, ἀσπάζομαί σε ἀπὸ καρδίας· καλή σου ἡ διὰ Χριστὸν ἄθλησις καὶ ἐξορία· εἴλου ἐνεγκεῖν πληγὰς ἵνα σύμμορφος γένῃ τοῖς παθήμασι Χριστοῦ, φερωνύμως στεφανωθεὶς τῷ μαρτυρίῳ Χριστοῦ· χαῖρε καὶ εὐφραίνου ὅτι πολύς σου ὁ μισθὸς ἐν τοῖς οὐρανοῖς· ἀλλ᾽ ἐπειδὴ ἀκμὴν ὁ ἀγὼν ἐνέστηκεν, χρεία ὑπομονῆς, ἵνα οὕτως μέχρι τέλους κομίσῃ τὴν ἐπαγγελίαν τοῦ θεοῦ· ἑτοιμάζου τυχὸν καὶ αὖθις μαστιγωθῆναι· οὐ μὴν ἀλλὰ καὶ ἀποθανεῖν μαρτυρικῶς· καὶ τίς ἄξιος τοῦτο ὑπομεῖναι; ἐγὼ οἶδα σου τοὺς ἐν τῷ μοναστηρίῳ ἀγῶνας, τοὺς ἀσκητικούς τε καὶ φιλομαρτυρικούς· τὸ πρόθυμον καὶ ζέον τῆς καρδίας, ἐξ ὧν καὶ ὑπήχθης εἰσελθεῖν εἰς στάδιον τῆς μαρτυρίας Χριστοῦ· ἔτι ἀρίστευσον, ἔτι ἀνδραγάθησον δι᾽ ὑπομονῆς, ἵνα χορεύσῃς σὺν ὁμολογηταῖς συμμάρτυσιν· περὶ τῆς φυλακῆς τῆς ψυχῆς σου, περισσόν μοι ἔστι τὸ γράφειν σοι, εἰδὼς τὴν ἀκρίβειάν σου, τὸ εὐπαῤῥησίαστον, τὸ νηφάλαιον, τὸ διεγερτικόν· ἐν τούτοις ἔσο, ἵνα σου ἡ προκοπὴ διαλαλεῖται· μνημόνευε τῆς ἡμέρας τοῦ θανάτου, καὶ ἀνολίγωρος ἔσῃ πάντοτε· εὔχου καὶ ὑπερεύχου τῆς ταπεινώσεώς μου ἵνα σώζωμαι ἐν πᾶσιν· οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε πλεῖστα· ἡ χάρις μετὰ σου· ἀμήν.