Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 102: To Ephraim, His Son
ρβ΄. Ἐφραὶμ τέκνῳ.
Χαῖρε τέκνον Ἐφραὶμ ὁ καλὸς στρατιώτης Χριστοῦ· πῶς ἔχεις; πῶς ἡ ἐξορία; πῶς ἡ ὑπομονή; εὐχαριστεῖς τῷ θεῷ ὅτι ἠξίωσαι διὰ τὸ ὄνομα αὐτοῦ παθεῖν ἅπερ πέπονθας; δοξάζεις αὐτὸν καὶ αἰνεῖς ὅτι ἐκ πάσης τῆς ἀδελφότητος εἷς τῶν δέκα ἐγένου; δευτερεύων ἐν τῷ δέρεσθαι, καὶ πρωτεύων ἐν τῷ σχήματι; ὑμνεῖς αὐτὸν καὶ στέργεις, ὅτι ἴδε τὸ αἷμα σου χυθὲν ἐπὶ τὴν γῆν, καὶ τὰς σάρκας σου ἐξεσμένας διὰ τὴν ἁγίαν εἰκόνα Χριστοῦ; χάρις κυρίῳ ἀδελφέ μου τῷ καλέσαντί σε εἰς τὴν ὁμολογίαν αὐτοῦ σὺν τοῖς λοιποῖς· ἔλαμψες ἐν τοῖς ἀδελφοῖς σου, μᾶλλον δὲ ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· βλέπε οὖν τὴν κλῆσιν σου, βλέπε τὴν δόξαν σου· ποῦ ἦς κάτω, καὶ ποῦ σε ὕψωσε Χριστός· ἀναλόγισαι γὰρ σαυτὸν καὶ τὰ σαυτοῦ, καὶ δὸς δόξαν τῷ ἀγαθῷ θεῷ, ὅτι οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ· στῆθι οὖν ἔτι τέκνον μου ὑποφέρων τὸν κόπον τῶν ἔνδον λογισμῶν· μέγας γὰρ οὗτος ὁ πόλεμος καὶ ἀκατάληκτος μέχρι τέλους ζωῆς· ὡς ἠρίστευσας ἔξωθεν ἐνεγκὼν τὰς πληγὰς καὶ φυλακὰς, ἀρίστευσον καὶ πρὸς τοὺς ἀοράτως πολεμοῦντας, τοὺς πικροτέρους τῶν σωματικῶν τυράννων, ἵνα κομίσῃ τὸν μισθὸν τῆς στεφανώσεως σου· ἔτι ἀγὼν κεῖται, μὴ ἀτονήσῃς ὅσα ἂν καὶ παραχωρεῖ θεὸς ἢ εὐδοκεῖ ἐπαχθῆναι, μὴ παραπιστῇς ὑπό τινος μέχρις ἀγγέλου ἕτερόν τι φρονῆσαι, ἢ ὃ παρελάβετε ἐκ θεοῦ προσκυνεῖν τὰς τῶν ἁγίων εἰκόνας σὺν Χριστοῦ καὶ τῆς παναγίας θεοτόκου· καὶ ἡ εἰρήνη τοῦ θεοῦ βραβευέτω τὴν καρδίαν σου ἐν πάσῃ ὑπομονῇ καὶ παρακλήσει· προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα περισώζωμαι· οἱ μετ᾽ ἐμοῦ ἀδελφοὶ προσαγορεύουσίν σε· ἡ χάρις μετὰ σοῦ· ἀμήν.