Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 103: To Abbot Epiphanius
ργ΄. Ἐπιφανίῳ ἡγουμένῳ.
Παρὰ τὸ διδαχθῆναί με μεθωρισθῆναί σου τὴν ἁγιωσύνην τῆς διὰ κύριον φυλακῆς ἐν ῇ τὰ νῦν κατέχει, οὐκ ἐξεγένετό μοι μέχρι τοῦ δεῦρο ἐπιστεῖλαι, καί περ ἔχων πόθον· ἐπεὶ δὲ ἔμαθον ἀσφαλῶς ὅτι νικαίζεις καὶ τόπῳ καὶ τρόπῳ, σὺν τάχει καὶ πόθῳ μοι τὸ γράμμα· δι᾽ οὖ καὶ φιλῶ σε τὴν ἱερὰν κεφαλὴν, καὶ ἀσπάζομαι, καὶ χαίρω καὶ συγχαίρω· πῶς γὰρ οὐ χαρᾶς τὰ καθ᾽ ἡμᾶς, ὅτι διὰ τὴν χαρὰν ἣν ἐγέννησεν ἡ θεοτόκος, ἐν ἐξορίαις καὶ φυλακαῖς εἷς ἕκαστος ἡμῶν; συναριθμεῖν γὰρ τολμῶ ἑαυτὸν ὁ ἀνάξιος τοῖς ὁμολογηταῖς Χριστοῦ, ὑπὲρ οὗ καὶ δι᾽ ὃν κακοπαθεῖν ἠξιώμεθα· εὐφροσύνης τὰ ἡμέτερα, ὦ ἄνερ ἐπιθυμιῶν, θυμηδείας, αὐχήσεως· οὐκ ἀκούεις Παύλου φάσκοντος; «νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ ὅ ἐστιν ἡ ἐκκλησία·» ὑπὲρ ταύτης καὶ νῦν τὰ παθήματα, ὁ θλιμμὸς, ἡ στενοχωρία, ὁ διωγμὸς, ὁ δαρμὸς, ὁτιοῦν ἄλλο· εἰς ἔνδειξιν μὲν ἀπωλείας τοῖς ἰουδαίζουσιν, εἰς ἀμοιβὴν δὲ σωτηρίας τοῖς σὺν σοὶ ὑπομένουσι τὰ τοῦ Χριστοῦ στίγματα· ἀλλὰ ταῦτα, μὲν οὕτως· πῶς δὲ καὶ οἴα ἡ φρουρὰ καὶ ὁ φρούραρχος; εἰ ἆρα εἰσὶ τινὲς εὐσεβοῦντες κἂν νικοδήμως ἐν τοῖς στρατιωμονάχοις καὶ λαίζουσιν, ἢ πάντες ἐκκεκλικότες ἠχρείωνται; πῶς δέ σοι τὰ τῆς θεωρίας· ἐπειδὴ καθαρὸς ὦν, εἰλικρινεῖς τὰς ἐμφάσεις πρὸς θεὸν δέχῃ· κάμπτεται Χριστὸς λιτανιζόμενος πρὸς τὸ ἐπιτιμῆσαι τῇ αἱρετικῇ πολυκυμίᾳ; ἢ ἔτι εἰς τὸ δοκιμάσαι, ὧν μὲν τὸν πρὸς αὐτὸν πόθον, ὧν δὲ κενῶσαι τὴν ὅλην κακίαν εἰς τὸ καὶ κολάσαι ἐνδίκως, ἀναβάλλεται τὴν ἐπιτίμησιν· δίδαξον ἕκαστα, καὶ στηρίζοις με εὐχαῖς ὅτι μάλιστα, ἀσαλεύτως τῶν ἔνδοθεν τῶν παθῶν καὶ ἔξωθεν πειρασμῶν προσβολαῖς διαμένειν, τὸν σὸν εἰ καὶ ἁμαρτωλὸν, ἀλλ᾽ ὅμως ἐραστὴν καὶ ἐπαινέτην.