Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 104: To Naucratius, His Son

ρδ΄. Ναυκρατίῳ τέκνῳ.

Οἱ προμεμελετηκότες ἀκούειν τὰ θλιπτικὰ, οὐ ξενοπαθοῦσιν ἐν ταῖς ἀπευκταῖς ἀγγελίαις· διὸ οὔτ᾽ ἐθροήμεθα τέκνον ἐν ταῖς τῶν γραμμάτων σου ἀπαγγελίαις· ἐλεειναὶ δὲ ὅτι μάλιστα, πῶς γὰρ οὔ; ἔτι ἀφανιζομένων τῶν ἱερῶν ναῶν τοῦ θεοῦ, τοῦ τε κατὰ τῶν εὐσεβούντων διωγμοῦ μᾶλλον κορυβαντιῶντος ἔσω τὲ καὶ ἔξω· δεῖ ὅμως κωθωνισθῆναι πᾶσαν ψυχὴν, καὶ κοσκινισθῆναι πάντα τόπον, ἵνα, τῶν ἀχύρων ὁ σῖτος διαχωρισθῇ εἰ καὶ ὀλιγοστὸς, ἐπείπερ ὀλίγοι ὡς ὁ κύριος ἔφη οἱ ἐκλεκτοί· ἐλύπησεν ἡμᾶς οὐ μικρὸν ἡ τοῦ Δημητριάδος κατάπτωσις· καί γε μὴ ἐπαινέσῃς ἄνδρα φησὶν ἕως ἐξόδου αὐτοῦ· τί γὰρ καὶ πεπόνθαμεν; οὔπω μέχρις αἴματος ἀντεκατέστημεν πρὸς τὴν ἀσέβειαν ἀνταγωνιζόμενοι· καὶ ἐκλελήσμεθα ἀποστολικῶς εἰπεῖν τῆς παρακλήσεως· ἀγωνία μοι περὶ τῶν συλληφθέντων ὁμοῦ ἀδελφῶν, πῶς τὰ κατ᾽ αὐτοὺς ἀποβῇ σκοποῦντι· πλὴν ὅτι ἠθίσμεθα, ὥσπερ οἱ ἐν τοῖς χαλκίοις τῇ σφυροκοπίᾳ, μὴ παραξενίζεσθαι ἐν ταῖς βαρείαις τῶν συμφορῶν ἀκοαῖς· εὔχομαι τοίνυν ὡς ἁμαρτωλὸς εὖ πράξαι αὐτούς· διὰ Χριστὸν γὰρ ὁ ἀγὼν, καὶ οὐ μικρολογούμενος ὡς μὲν τῆς μοιχείας παρά τισι τῶν ἀσυνέτων· Χριστὸς ἐμφανῶς ὁ τὰ νῦν ἀθετούμενος, σὺν μητρὶ καὶ θεράποσιν.

Ὦ ἄνδρες, ὦ στρατιῶται Χριστοῦ, στῆτε γενναίως· ἄρατε δυνατὰ ὅπλα οἷς πεφράχθαι ἡμᾶς πρὸς καθαίρεσιν τῶν τοῦ διαβόλου ὀχυρωμάτων Παῦλος διακελεύεται· ἴδε ὁ πόλεμος, ἴδε ἡ νίκη, Χριστὸς γὰρ ἐπίκουρος· ἴδε οἱ στέφανοι τῆς δικαιοσύνης οἱ ἀμαράντινοι· ἴδε ὁ παράδεισος· ἴδε ἡ βασιλεία τῶν οὐρανῶν· ὁρῶσιν οἱ ἄγγελοι· συνεφάπτονται τῇ πάλῃ ἡμῶν κατὰ τῶν ἐναντίων· συναγωνιοῦσιν οἱ ἅγιοι ἐξ οὐρανοῦ ἐποπτεύοντες τὰ σκάμματα ἡμῶν· μὴ ἐκκλίνωμεν, ὦ σύναθλοι καλοὶ, μὴ ὑποπτήξωμεν τὰς φυλακὰς καὶ ταλαιπωρίας, ἔσθ᾽ ὅτε καὶ ποινάς· μὴ καταισχύνωμεν Χριστὸν ἐν τῇ ἤττῃ ἡμῶν, ὅπερ ἀπείη· μὴ ἐντρέψωμεν τοὺς συναγωνιστὰς ἡμῶν ἀγγέλους· μὴ λυπήσωμεν τοὺς ὁμοταγεῖς ἡμῶν προδρόμους καὶ νικητάς· ἔστιν οὖν τοῦ πρώτου διαύλου ὁ ἀγὼν, ἐν ᾧ τὰ πολλὰ ἔπαθλα ὡς ἴστε κατὰ τὸν κάτω δρόμον· ἀλλά γε κἂν τοῦ δευτέρου ἡμεῖς τύχοιμεν· εἰ δέ γε διαμαρτοίημεν καὶ τοῦδε, κἂν τεταρτοβαήσωμεν· μὴ δὴ μόνον λειφθῶμεν κατῃσχυμμένοι εὑρισκόμενοι ἐν τῷ φοβερῷ βήματι Χριστοῦ, μὴ εὑρίσκοντες δευτέραν ἀναπάλαισιν· ναὶ, δέομαι, νικήσωμεν· ἐπειδὴ δὲ στάδιον ὁ παρὼν καιρὸς, πῶς οὐκ ἔστι χαίρειν με τὸν ταπεινὸν ἀκούσαντα καὶ νῦν ὅτι γε νενικήκασιν οἱ ἐκδημήσαντες ἀδελφοὶ ἡμῶν καλῶς πολιτευσάμενοι· ἤσθην ἐν τῷ Μηδικιώτῃ ὅτι κάλλιστα ἀνεπαλαίσατο, καί γε ἐπὶ τῇ ἐξορία τοῦ τῆς Νικαίας, ὧν εὐχαῖς στηριχθείην κἀγὼ ὁ ἀχρεῖος· εἰ ἐφιστῶσιν ὑμῖν εἰκονομάχοι, θύραν ἀφ᾽ ἑαυτῶν μὴ ἀνοίξητε· ἂν δὲ λῃστρικῶς κατὰ τὸ σύνηθες αὐτοῖς ποιήσωσιν, ἀθῶοι ὑμεῖς· μὴ ὑποχωρήσητε, ἀλλ᾽ ἔτι μένετε ἕως διωγμοῦ ἢ ἐπάρσεως· ὁ ἀφανισμὸς ἐπὶ κεφαλὰς αὐτῶν· ὑμεῖς δὲ τοῦ ναοῦ μὴ ἀποστῆτε καὶ ψάλλειν καὶ λειτουργεῖν· οὐκ οἶδα εἰ μὴ κοινώσωσι τὸν ναὸν διὰ τῆς οἰκείας μυσαρίας, ἤγουν λειτουργίας.

Περὶ ὧν ἤτησας συγχώρησιν, εἴη σοι ἀπὸ θεοῦ ἐπὶ πᾶσι· τὴν δυάδα τῶν γραμματηφόρων ἐπειδὴ ἀσύνοδος, ἔλαβον αὐτὴν εἰς ὑπηρεσίαν ὁλοτελῶς τοῦ λόγου τῆς ἀληθείας· τί τοῦτο; εὐαγγελίζεσθαι διὰ τῆς ὁδοιπορίας ὦδε κἀκεῖσε τοῖς ἀδελφοῖς τὰ σωτήρια· εἴθε καὶ ἄλλους ἐξελεξάμεθα ἄνδρας δυνάμεως, γῆν καὶ θάλασσαν περιερχομένους· ὦδε τὰ νῦν ἐγώ· πρὸς τὸ ἑξῆς οὐκ ἴσμεν ποῦ καὶ πῶς οἰκονομήσει ὁ κύριος, οὐ μόνον τὰ καθ᾽ ἡμᾶς, ἀλλὰ καὶ τὰ κατὰ σέ· τοῦ τε ἀρχιεπισκόπου καὶ οὗ τινος ἄλλου τῶν ἐναθλούντων ἀδελφῶν· ἐπεὶ καὶ ἐν Θεσσαλονίκῃ τινὲς ὡς γέγραφας, δεῖ ἡμᾶς πανταχοῦ περιϊέναι γράμμασι καὶ ἀδελφοῖς· οὕτω φιλεῖ Χριστὸς, οὕτω χρέως ἡμῖν φροντίζειν· καὶ εἰ οὕτως εὐοδώσειεν κύριος ἀνοίξαι ἡμῖν θύραν ἐν τῇ ὑπ᾽ οὐρανὸν, οὐδὲν γὰρ αὐτῷ ἀδυνατεῖ· εἰ δὲ ἄπεισι τίς, βοηθήσων τοῖς ἐν Θεσσαλονίκῃ, ἡμεῖς προθυμούμεθα τὰ θεῷ φίλα, καὶ αὐτὸς τὰ εὔοδα παρέχει· κἂν πάντες φρουρισθῶμεν, δύναται ἐκ τῶν λίθων ἐγεῖραι διακονητάς· διὸ μὴ καταπίπτωμεν, ἀλλὰ πιστεύωμεν· ἐτόλμησα ποιῆσαι ἐγκώμιον εἰς τὸν θεολόγον· καὶ κεφάλαια τινα κατὰ τῶν εἰκονομάχων· τὸ μὲν ὡς χρέος κινούμενος καὶ παρὰ τῶν ἀδελφῶν· τὰ δὲ ὡς ἐπισείοντά μου τὸν νοῦν· εἴ τι ἐν αὐτοῖς καλὸν, ὑμῶν εὐχαῖς καὶ τοῦ ποιμένος· εἰ δέ τι σαπρὸν, ἐξ ἐμῶν ἁμαρτιῶν· διὸ μεταγράψαντες ἔχετε ἀσφαλῶς, καιρῷ δυνάμεως ἐπισκεπτομένων παρὰ τοῦ ἀββᾶ Ἰωάννου· προσαγορεύουσιν οἱ ἀδελφοὶ, ἀσπάζομαι τοὺς σὺν σοὶ καί γε τὸ Δ τὸ Θ, καί γε σὲ τέκνον μου ποθητὸν Λητώϊε· ἡ χάρις μετὰ πάντων ὑμῶν.

· Contents ·